181
οὐδὲ ὅθεν προβάλλεσθαι δεῖ ἴσασιν. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως· ἀλλὰ καὶ σφόδρα ἑαυτὸν ἀνάξιον εἶναι ἔφη, οὐ μόνον τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοῦ τῇ οἰκίᾳ δέξασθαι τὸν Κύριον. ∆ιὰ τοῦτο καὶ εἰπὼν, Ὁ παῖς μου βέβληται, οὐκ ἐπήγαγεν, Εἰπὲ, δεδοικὼς μὴ ἀνάξιος εἴη τοῦ τυχεῖν τῆς δωρεᾶς, ἀλλὰ τὴν συμφορὰν ἀπήγγειλε μόνον. Ἐπειδὴ δὲ εἶδε τὸν Χριστὸν φιλοτιμούμενον, οὐδὲ οὕτως ἐπεπήδησεν, ἀλλ' ἔτι μένει τὸ ἑαυτῷ προσῆκον διατηρῶν μέτρον. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν οὐκ ἀντετίμησεν αὐτὸν ὁ Χριστός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ σφόδρα αὐτὸν ἀντετίμησε· πρῶτον μὲν, τῷ δεῖξαι τὴν γνώμην, ὅπερ ἐκ τοῦ μάλιστα μὴ ἐλθεῖν αὐτὸν εἰς τὴν οἰκίαν ἐφάνη· δεύτερον δὲ, τῷ εἰς τὴν βασιλείαν αὐτὸν εἰσαγαγεῖν, καὶ προτιμῆσαι παντὸς τοῦ ἔθνους τοῦ Ἰουδαϊκοῦ. Ἐπειδὴ γὰρ καὶ τοῦ δέξασθαι τὸν Χριστὸν εἰς τὴν οἰκίαν ἀνάξιον ἑαυτὸν ἐποίησε, καὶ βασιλείας γέγονεν ἄξιος, καὶ τοῦ τῶν καλῶν ἐπιτυχεῖν, ὧν ἀπήλαυσεν ὁ Ἀβραάμ. Καὶ τίνος ἕνεκεν ὁ λεπρὸς, φησὶ, μείζονα τούτων ἐπιδειξάμενος, οὐκ ἐπῃνέθη; Οὐδὲ γὰρ εἶπεν ἐκεῖνος, Εἰπὲ λόγῳ, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, Θέλησον μόνον· ὃ περὶ τοῦ Πατρός φησιν ὁ Προφήτης, ὅτι Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Ἀλλὰ κἀκεῖνος ἐπῃνέθη. Ὅταν γὰρ εἴπῃ, Προσένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς, οὐδὲν ἕτερόν φησιν ἢ ὅτι Σὺ κατηγορήσεις αὐτῶν, ἐξ ὧν ἐπίστευσας. Ἄλλως δὲ οὐκ ἦν ἴσον Ἰουδαῖον ὄντα πιστεῦσαι, καὶ ἔξωθεν τοῦ ἔθνους. Ὅτι γὰρ οὐκ ἦν Ἰουδαῖος ὁ ἑκατοντάρχης, καὶ ἀπὸ τοῦ ἑκατοντάρχης εἶναι δῆλον, καὶ ἀπὸ τοῦ εἰρῆσθαι, Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. δʹ. Καὶ πολὺ μέγα ἦν, ἄνθρωπον ἐκτὸς ὄντα τοῦ Ἰουδαϊκοῦ καταλόγου τοσαύτην λαβεῖν ἔννοιαν. Καὶ γὰρ ἐφαντάσθη, ὡς ἔμοιγε δοκεῖ, τὰς ἐν οὐρανῷ στρατιάς· ἢ ὅτι αὐτῷ τὰ πάθη οὕτως ἐστὶν ὑποτεταγμένα, καὶ θάνατος, καὶ τὰ ἄλλα πάντα, ὡς αὐτῷ οἱ στρατιῶται. ∆ιὸ καὶ ἔλεγε· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος· τουτέστι, Σὺ Θεὸς, ἐγὼ ἄνθρωπος· ἐγὼ ὑπ' ἐξουσίαν, σὺ δὲ οὐχ ὑπ' ἐξουσίαν. Εἰ τοίνυν ἐγὼ, ἄνθρωπος καὶ ὑπ' ἐξουσίαν ὢν, τοσαῦτα δύναμαι· πολλῷ μᾶλλον αὐτὸς, καὶ Θεὸς ὢν, καὶ οὐχ ὑπ' ἐξουσίαν. Μετὰ γὰρ ὑπερβολῆς αὐτὸν θέλει πεῖσαι, ὅτι οὐχ ὡς ὅμοιον διδοὺς ὑπόδειγμα ταῦτα λέγει, ἀλλ' ὡς σφόδρα ὑπερέχον. Εἰ γὰρ ἐγὼ ὁμότιμος ὢν τοῖς ἐπιταττομένοις, φησὶ, καὶ ὑπ' ἐξουσίαν ὢν, ὅμως διὰ τὴν μικρὰν τῆς ἀρχῆς ὑπεροχὴν τοσαῦτα δύναμαι, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλ' ἅπερ ἐπιτάσσω, ταῦτα γίνεται, κἂν διάφορα ᾖ τὰ ἐπιτάγματα (Λέγω γὰρ τούτῳ, Πορεύου, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται)· πολλῷ μᾶλλον 57.338 αὐτὸς δυνήσῃ. Τινὲς δὲ καὶ οὕτως ἀναγινώσκουσι τοῦτο τὸ χωρίον· Εἰ γὰρ ἐγὼ ἄνθρωπος ὢν, καὶ μεταξὺ στίξαντες ἐπάγουσιν, Ὑπὸ ἐξουσίαν ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας. Σὺ δέ μοι σκόπει, πῶς ἔδειξεν ὅτι καὶ θανάτου κρατεῖν δύναται ὡς δούλου, καὶ ἐπιτάττειν ὡς δεσπότης. Ὅταν γὰρ εἴπῃ, ὅτι Ἔρχου, καὶ ἔρχεται, καὶ Πορεύου, καὶ πορεύεται, τοῦτο λέγει, ὅτι Ἂν κελεύσῃς μὴ ἐλθεῖν τὴν τελευτὴν ἐπ' αὐτὸν, οὐχ ἥξει. Εἶδες πῶς ἦν πιστός; Ὃ γὰρ ἔμελλεν ἅπασιν φανερὸν ὕστερον ἔσεσθαι, τοῦτο οὗτος ἤδη κατάδηλον κατέστησεν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ κατάγει εἰς πύλας ᾅδου καὶ ἀνάγει. Καὶ οὐ περὶ στρατιωτῶν εἶπε μόνον, ἀλλὰ καὶ περὶ δούλων· ὅπερ ἦν μείζονος ὑπακοῆς. Ἀλλ' ὅμως καὶ τοσαύτην πίστιν ἔχων, ἔτι ἀνάξιον ἑαυτὸν εἶναι ἐνόμιζεν. Ὁ δὲ Χριστὸς δεικνὺς, ὅτι ἄξιός ἐστι τοῦ εἰσελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ, πολλῷ μείζονα ἐποίησε, θαυμάζων αὐτὸν, καὶ ἀνακηρύττων, καὶ πλείονα διδοὺς ὧν ᾔτησε. Καὶ γὰρ ἦλθεν ὑγίειαν ζητῶν τῷ παιδὶ σωματικὴν, καὶ βασιλείαν λαβὼν ἀπῆλθεν. Εἶδες πῶς ἤδη ἐπεπλήρωτο τὸ, Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν; Ἐπειδὴ γὰρ πολλὴν πίστιν ἐπεδείξατο καὶ ταπεινοφροσύνην, καὶ τὸν οὐρανὸν ἔδωκε, καὶ τὴν ὑγίειαν αὐτῷ προσέθηκε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν, ἀλλὰ καὶ τῷ δεῖξαι, τίνων ἐκβαλλομένων αὐτὸς εἰσάγεται. Καὶ γὰρ ἐντεῦθεν ἤδη λοιπὸν πᾶσι ποιεῖ γνώριμον, ὅτι ἀπὸ πίστεως ἡ σωτηρία, οὐκ ἀπὸ ἔργων τῶν κατὰ νόμον. ∆ιόπερ οὐκ Ἰουδαίοις