182
μόνον, ἀλλὰ καὶ ἔθνεσι τὸ τῆς δωρεᾶς ταύτης προκείσεται· καὶ ἐκείνοις μᾶλλον ἢ τούτοις. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπὶ τούτου γέγονε τοῦτο μόνον· καὶ γὰρ ἐπὶ τῆς οἰκουμένης ἁπάσης τοῦτο ἔσται. Τοῦτο δὲ ἔλεγε, περὶ τῶν ἐθνῶν προφητεύων, καὶ χρηστὰς αὐτοῖς ὑποτείνων ἐλπίδας. Καὶ γὰρ ἦσαν καὶ ἀπὸ Γαλιλαίας ἀκολουθοῦντες τῆς τῶν ἐθνῶν. Ταῦτα δὲ ἔλεγε, τούς τε ἐθνικοὺς οὐκ ἀφιεὶς ἀπογνῶναι, τῶν τε Ἰουδαίων καθαιρῶν τὰ φρονήματα. Ὥστε δὲ μὴ προσστῆναι τὸ λεγόμενον τοῖς ἀκούουσι, μηδὲ παρασχεῖν αὐτοῖς λαβὴν μηδεμίαν, οὔτε προηγουμένως τὸν περὶ τῶν ἐθνῶν εἰσάγει λόγον, ἀλλ' ἀφορμὴν λαβὼν ἀπὸ τοῦ ἑκατοντάρχου, οὔτε γυμνὸν τὸ ὄνομα τῶν ἐθνῶν τίθησιν. Οὐ γὰρ εἶπε, Πολλοὶ τῶν ἐθνῶν, ἀλλὰ, Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν· ὅπερ ἦν δηλοῦντος τὰ ἔθνη, οὐ προσίστατο δὲ οὕτω τοῖς ἀκούουσι· συνεσκιασμένον γὰρ ἦν τὸ λεχθέν. Οὐ ταύτῃ δὲ μόνον παραμυθεῖται τὴν δοκοῦσαν εἶναι τῆς διδασκαλίας καινοτομίαν, ἀλλὰ καὶ τῷ τοὺς κόλπους Ἀβραὰμ ἀντὶ τῆς βασιλείας εἰπεῖν. Οὐδὲ γὰρ ἐκεῖνο γνώριμον αὐτοῖς τὸ ὄνομα ἦν, καὶ μειζόνως αὐτοὺς ἔδακνεν ὁ Ἀβραὰμ εἰς τὸ μέσον τεθείς. ∆ιὸ καὶ ὁ Ἰωάννης οὐδὲν εὐθέως περὶ γεέννης εἶπεν, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐλύπει φησίν· Μὴ δόξητε λέγειν, ὅτι παῖδές ἐσμεν τοῦ Ἀβραάμ. Μετὰ δὲ τούτων καὶ ἕτερον κατασκευάζει, τὸ μὴ δόξαι ἐναντίος τις εἶναι τῇ παλαιᾷ πολιτείᾳ. Ὁ γὰρ τοὺς πατριάρχας θαυμάζων, καὶ λῆξιν ἀγαθῶν τοὺς ἐκείνων κόλπους καλῶν, ἐκ πολλῆς τῆς περιουσίας καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Μηδεὶς οὖν μίαν εἶναι νομιζέτω τὴν ἀπειλήν· διπλῆ γάρ ἐστι καὶ τούτοις ἡ κόλασις, κἀκείνοις ἡ εὐφροσύνη· τούτοις μὲν, οὐχ ὅτι ἐξέπεσον, ἀλλ' ὅτι τῶν ἰδίων ἐξέπεσον· ἐκείνοις δὲ, οὐχ ὅτι ἐπέτυχον, ἀλλ' ὅτι ὧν οὐ προσεδόκων ἐπέτυχον· καὶ τρίτη μετὰ τούτων, ὅτι τὰ ἐκείνων ἔλαβον οὗτοι. Υἱοὺς δὲ βασιλείας φησὶν, οἷς ἡ βασιλεία ἦν ἡτοιμασμένη· ὃ 57.339 καὶ μάλιστα αὐτοὺς ἔδακνε. ∆είξας γὰρ εἰς κόλπους ὄντας τῇ ἐπαγγελίᾳ καὶ τῇ ὑποσχέσει, τότε ἐξάγει. Εἶτα, ἐπειδὴ ἀπόφασις ἦν τὸ εἰρημένον, πιστοῦται αὐτὸ τῷ σημείῳ· ὥσπερ οὖν καὶ τὰ σημεῖα ἀπὸ τῆς προῤῥήσεως τῆς μετὰ ταῦτα γεγενημένης δείκνυσιν. Ὁ τοίνυν ἀπιστῶν τῇ ὑγιείᾳ τῇ γενομένῃ τῷ παιδὶ τότε, ἀπὸ τῆς προφητείας τῆς ἐξελθούσης σήμερον πιστευέτω κἀκεῖνο. Καὶ γὰρ καὶ ἡ προφητεία καὶ πρὸ τῆς ἐκβάσεως ἀπὸ τοῦ σημείου τοῦ τότε δήλη πᾶσιν ἐγένετο. ∆ιά τοι τοῦτο πρότερον ταῦτα προαναφωνήσας, τότε τὸν παραλελυμένον ἀνέστησεν, ἵνα τὰ μέλλοντα ἀπὸ τῶν παρόντων πιστώσηται, καὶ τὸ ἔλαττον ἀπὸ τοῦ μείζονος. Τὸ μὲν γὰρ ἐναρέτους ἀπολαύειν τῶν ἀγαθῶν, καὶ τοὺς ἐναντίους τὰ λυπηρὰ ὑπομένειν, οὐδὲν ἀπεικὸς, ἀλλὰ κατὰ λόγον καὶ κατὰ ἀκολουθίαν νόμων ἐγίνετο· τὸ δὲ παρειμένον σφίγξαι, καὶ νεκρὸν ἀναστῆσαι, μεῖζον ἢ κατὰ φύσιν ἦν. Ἀλλ' ὅμως εἰς τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὐ μικρὸν καὶ ὁ ἑκατοντάρχης συνεισήνεγκεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Εἶδες πῶς ἀνεκήρυξεν ἡ τοῦ παιδὸς ὑγίεια καὶ τὴν τοῦ Χριστοῦ δύναμιν, καὶ τὴν τοῦ ἑκατοντάρχου πίστιν, καὶ τὸ μέλλον ἐπιστώσατο; Μᾶλλον δὲ πάντα τὴν τοῦ Χριστοῦ δύναμιν ἀνεκήρυττεν. Οὐδὲ γὰρ τὸ σῶμα διωρθώσατο μόνον τοῦ παιδὸς, ἀλλὰ καὶ τὴν τοῦ ἑκατοντάρχου ψυχὴν εἰς τὴν πίστιν διὰ τῶν θαυμάτων αὐτὸς ἐφειλκύσατο. Σὺ δὲ μὴ τοῦτο σκόπει μόνον, ὅτι οὗτος ἐπίστευσε, καὶ ὅτι ἐκεῖνος ἰάθη, ἀλλὰ καὶ τὸ τάχος θαύμασον. Καὶ γὰρ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ λεπροῦ εἶπεν, ὅτι Εὐθέως ἐκαθαρίσθη. Οὐδὲ γὰρ τῷ θεραπεύειν, ἀλλὰ καὶ τῷ παραδόξως τοῦτο ποιεῖν, καὶ ἐν ἀκαρεῖ ῥοπῇ, τὴν δύναμιν ἐπεδείκνυτο. Καὶ οὐ ταύτῃ μόνον ὠφέλει, ἀλλὰ καὶ τῷ συνεχῶς ἐν τῇ τῶν θαυμάτων ἐπιδείξει τοὺς περὶ τῆς βασιλείας παρανοίγειν λόγους, καὶ πάντας ἐφέλκεσθαι πρὸς αὐτήν. Καὶ γὰρ οὓς ἐκβάλλειν ἠπείλει, οὐχ ἵνα ἐκβάλῃ ἠπείλει, ἀλλ' ἵνα τῷ φόβῳ πρὸς αὐτὴν διὰ τῶν ῥημάτων ἐπισπάσηται. Εἰ δὲ μηδὲ ἐντεῦθεν ἐκέρδαναν, αὐτῶν τὸ ἔγκλημα ἅπαν, καὶ πάντων τῶν τὰ τοιαῦτα νοσούντων. Οὐδὲ