183
γὰρ ἐπὶ Ἰουδαίων μόνον τοῦτο συμβὰν ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπὶ τῶν πιστευσάντων. Καὶ γὰρ ὁ Ἰούδας υἱὸς βασιλείας ἦν, καὶ ἤκουσε μετὰ τῶν μαθητῶν, Ἐπὶ δώδεκα θρόνους καθιεῖσθε ἀλλὰ γέγονεν υἱὸς γεέννης· ὁ δὲ Αἰθίοψ, βάρβαρος ἄνθρωπος ὢν, καὶ τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπολαύσεται τῶν στεφάνων. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται νῦν. Πολλοὶ γὰρ ἔσονται, φησὶ, πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ λέγει, ἵνα μήτε ἐκεῖνοι ῥᾳθυμῶσιν, ὡς οὐ δυνάμενοι ἐπανελθεῖν, μήτε οὗτοι θαῤῥῶσιν, ὡς ἑστῶτες. Τοῦτο καὶ ὁ Ἰωάννης ἄνωθεν προαναφωνῶν ἔλεγε· ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἐπειδὴ γὰρ τοῦτο ἔμελλε γίνεσθαι, προανακηρύττεται πόῤῥωθεν, ὥστε μηδένα τῷ ξένῳ τοῦ πράγματος θορυβηθῆναι. Ἀλλ' ἐκεῖνος μὲν ὡς ἐνδεχόμενον αὐτὸ λέγει· πρῶτος γὰρ ἦν· ὁ δὲ Χριστὸς ὡς πάντως ἐσόμενον, τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν παρέχων. 57.340 εʹ. Μὴ τοίνυν θαῤῥῶμεν οἱ ἑστῶτες, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μηδὲ ἀπογινώσκωμεν οἱ κείμενοι, ἀλλὰ λέγωμεν ἑαυτοῖς· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ πολλοὶ εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθόντες, καὶ πᾶσαν τὴν καρτερίαν ἐπιδειξάμενοι, καὶ τὰς ἐρήμους κατειληφότες, καὶ οὐδὲ γυναῖκα ὄναρ ἰδόντες, ῥᾳθυμήσαντες μικρὸν ὑπεσκελίσθησαν, καὶ πρὸς αὐτὸ ἦλθον τῆς κακίας τὸ βάραθρον. Ἕτεροι δὲ πάλιν ἐκεῖθεν πρὸς τὸν οὐρανὸν ἀνέβησαν, καὶ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας πρὸς τὴν ἀγγελικὴν μετετάξαντο πολιτείαν· καὶ τοσαύτην ἐπεδείξαντο τὴν ἀρετὴν, ὡς δαίμονας ἀπελάσαι, καὶ πολλὰ ἄλλα σημεῖα τοιαῦτα ἐργάσασθαι. Καὶ τούτων μὲν πλήρεις εἰσὶν αἱ Γραφαὶ, πλήρης δὲ ὁ βίος τῶν παραδειγμάτων ἡμῖν. Καὶ πόρνοι καὶ μαλακοὶ τὰ Μανιχαίων ἐμφράττουσι στόματα, οἳ τὴν κακίαν ἀκίνητον εἶναί φασι, τῷ διαβόλῳ τελούμενοι, καὶ τὰς τῶν σπουδάζειν βουλομένων χεῖρας ἐκλύοντες, καὶ τὴν ζωὴν ἅπασαν ἀνατρέποντες. Οἱ γὰρ ταῦτα πείθοντες, οὐ πρὸς τὰ μέλλοντα παραβλάπτουσι μόνον, ἀλλὰ καὶ ἐνταῦθα πάντα ἄνω καὶ κάτω ποιοῦσι, τό γε αὐτῶν μέρος. Πότε γὰρ ἐπιμελήσεταί τις ἀρετῆς τῶν ἐν κακίᾳ ζώντων, ὅταν ἀδύνατον τὴν πρὸς ἐκείνην ἐπάνοδον εἶναι νομίζῃ, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν; Εἰ γὰρ νῦν, καὶ νόμων ὄντων, καὶ κολάσεων ἠπειλημένων, καὶ δόξης τοὺς πολλοὺς ἐκκαλουμένης, καὶ γεέννης προσδοκωμένης, καὶ βασιλείας ἐπηγγελμένης, καὶ τῶν κακῶν ὀνειδιζομένων, καὶ τῶν καλῶν ἐγκωμιαζομένων, μόλις αἱροῦνταί τινες τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας· ἂν ταῦτα πάντα ἀνέλῃς, τί τὸ κωλύον πάντα ἀπολέσθαι καὶ διαφθαρῆναι; ʹ. Συνειδότες τοίνυν τὴν κακουργίαν τὴν διαβολικὴν, καὶ ὅτι καὶ τοῖς ἔξω νομοθέταις, καὶ τοῖς τοῦ Θεοῦ χρησμοῖς, καὶ τοῖς τῆς φύσεως λογισμοῖς, καὶ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ, καὶ βαρβάροις, καὶ Σκύθαις, καὶ Θρᾳξὶ, καὶ πᾶσιν ἁπλῶς ἀπεναντίας οὗτοι καὶ οἱ τὰ τῆς εἱμαρμένης δόγματα νομοθετεῖν ἐπιχειροῦντες, νήφωμεν, ἀγαπητοὶ, καὶ πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι εἰπόντες, ὁδεύωμεν διὰ τῆς στενῆς ὁδοῦ, καὶ θαῤῥοῦντες, καὶ δεδοικότες· δεδοικότες μὲν, διὰ τοὺς ἑκατέρωθεν κρημνούς· θαῤῥοῦντες δὲ, διὰ τὸν προηγούμενον ἡμῶν Ἰησοῦν. Ὁδεύωμεν νήφοντες καὶ ἐγρηγορότες. Κἂν γὰρ μικρόν τις ἀπονυστάξῃ, κατηνέχθη ταχέως. Οὐ γάρ ἐσμεν ἀκριβέστεροι τοῦ ∆αυῒδ, ὃς μικρὸν ὀλιγωρήσας πρὸς αὐτὸ κατεκρημνίσθη τῆς ἁμαρτίας τὸ βάραθρον. Ἀλλ' ἀνέστη ταχέως. Μὴ τοίνυν ὅτι ἥμαρτεν ἴδῃς μόνον, ἀλλ' ὅτι καὶ τὴν ἁμαρτίαν ἀπενίψατο. ∆ιὰ γὰρ τοῦτο τὴν ἱστορίαν ἐκείνην ἀνέγραψεν, οὐχ ἵνα πεσόντα θεάσῃ, ἀλλ' ἵνα ἀναστάντα θαυμάσῃς· ἵνα μάθῃς, ἐπειδὰν πέσῃς, πῶς ἀνίστασθαι χρή. Καθάπερ γὰρ οἱ ἰατροὶ τῶν νοσημάτων τὰ χαλεπώτατα ἐκλεγόμενοι ταῖς βίβλοις ἐγγράφουσι, καὶ τῆς τοιαύτης διορθώσεως τὴν μέθοδον διδάσκουσιν, ἵνα ἐν τοῖς μείζοσι γυμνασάμενοι, ῥᾳδίως τῶν ἐλαττόνων περιγένωνται· οὕτω δὴ καὶ ὁ Θεὸς τὰ μέγιστα τῶν ἁμαρτημάτων εἰς μέσον ἤγαγεν, ἵνα καὶ οἱ τὰ μικρὰ πταίοντες δι' ἐκείνων ῥᾳδίαν τὴν τούτων διόρθωσιν εὕρωσιν. Εἰ γὰρ ἐκεῖνα ἔσχεν ἴασιν, πολλῷ μᾶλλον τὰ ἐλάττονα. Ἴδωμεν