184
τοίνυν πῶς καὶ ἠῤῥώστησε, 57.341 πως καὶ ἀνέστη ταχέως ὁ μακάριος ἐκεῖνος. Τίς οὖν τῆς ἀῤῥωστίας ὁ τρόπος ἦν; Ἐμοίχευσε καὶ ἐφόνευσεν. Οὐδὲ γὰρ ἐγκαλύπτομαι λαμπρᾷ ταῦτα ἀνακηρύττων τῇ φωνῇ. Εἰ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐνόμισεν αἰσχύνην, ταύτην ἀναθεῖναι πᾶσαν τὴν ἱστορίαν, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς συσκιάζειν χρή. ∆ιόπερ οὐ μόνον αὐτὰ ἀνακηρύττω, ἀλλὰ καὶ ἕτερον προστίθημι. Καὶ γὰρ ὅσοι ταῦτα κρύπτουσιν, οὗτοι μάλιστα τὴν ἀρετὴν συσκιάζουσι τὴν ἐκείνου· καὶ ὥσπερ οἱ τὸν πόλεμον σιγῶντες τοῦ Γολιὰθ οὐ μικρῶν αὐτὸν ἀποστεροῦσι στεφάνων, οὕτω καὶ οἱ ταύτην παρατρέχοντες τὴν ἱστορίαν. Ἆρα οὐ δοκεῖ παράδοξον εἶναι τὸ λεγόμενον; Οὐκοῦν ἀναμείνατε μικρὸν, καὶ τότε εἴσεσθε ὅτι δικαίως ταῦτα ἡμῖν εἴρηται. ∆ιὰ γὰρ τοῦτο αὔξω τὸ ἁμάρτημα, καὶ παραδοξότερον ποιῶ τὸν λόγον, ἵνα ἐκ πλείονος τῆς περιουσίας τὰ φάρμακα κατασκευάσω. Τί οὖν ἐστιν ὃ προστίθημι; Τὴν ἀρετὴν τοῦ ἀνδρός· ὃ μεῖζον ποιεῖ καὶ τὸ ἔγκλημα. Οὐ γὰρ ὁμοίως πάντα ἐπὶ πάντων κρίνεται· ∆υνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται· καὶ, Ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιῶν, δαρήσεται πολλάς. Ὥστε ἡ πλείων γνῶσις πλείονός ἐστι κολάσεως ὑπόθεσις. ∆ιὰ δὴ τοῦτο ὁ ἱερεὺς τὰ αὐτὰ τοῖς ἀρχομένοις ἁμαρτάνων, οὐ τὰ αὐτὰ πείσεται, ἀλλὰ πολλῷ χαλεπώτερα. Τάχα ὁρῶντες τὴν κατηγορίαν αὐξανομένην, τρέμετε καὶ δεδοίκατε, καὶ θαυμάζετέ με ὡς κατὰ κρημνῶν ἐρχόμενον. Ἀλλ' ἐγὼ οὕτω θαῤῥῶ ὑπὲρ τοῦ δικαίου, ὅτι καὶ περαιτέρω πρόειμι· ὅσῳ γὰρ ἂν αὔξω τὸ ἔγκλημα, τοσούτῳ μᾶλλον δεῖξαι δυνήσομαι τὸ ἐγκώμιον τοῦ ∆αυΐδ. Καὶ τί τούτων πλέον ἔστι, φησὶν, εἰπεῖν; Πάνυ γε πλέον. Ὥσπερ γὰρ ἐπὶ τοῦ Κάϊν οὐ φόνος μόνον τὸ γενόμενον ἦν, ἀλλὰ καὶ πολλῶν φόνων χεῖρον· οὐ γὰρ ἀλλότριον, ἀλλ' ἀδελφὸν, καὶ ἀδελφὸν οὐκ ἠδικηκότα, ἀλλ' ἠδικημένον ἐφόνευσεν, οὐ μετὰ πολλοὺς φονέας, ἀλλὰ πρῶτος τὸ μύσος εὑρών· οὕτω δὴ καὶ ἐνταῦθα οὐ φόνος ἦν μόνον τὸ τόλμημα· οὐ γὰρ ὁ τυχὼν ἦν ἀνὴρ ὁ πεποιηκὼς, ἀλλὰ προφήτης· καὶ οὐ τὸν ἠδικηκότα, ἀλλὰ τὸν ἠδικημένον ἀναιρεῖ· καὶ γὰρ ἠδίκητο ἐν τοῖς καιρίοις, τῆς γυναικὸς ἁρπαγείσης· ἀλλ' ὅμως μετ' ἐκεῖνο καὶ τοῦτο προσέθηκεν. Εἴδετε πῶς οὐκ ἐφεισάμην τοῦ δικαίου; πῶς οὐδὲ μεθ' ὑποστολῆς τινος εἶπον τὰ πεπλημμελημένα αὐτῷ; Ἀλλ' ὅμως οὕτως ὑπὲρ τῆς ἀπολογίας θαῤῥῶ, ὅτι μετὰ τοσοῦτον ὄγκον τοῦ ἁμαρτήματος ἐβουλόμην παρεῖναι καὶ Μανιχαίους τοὺς μάλιστα ταῦτα κωμῳδοῦντας, καὶ τοὺς τὰ Μαρκίωνος νοσοῦντας, ἵνα ἐκ περιουσίας αὐτῶν ἐμφράξω τὰ στόματα. Ἐκεῖνοι μὲν γὰρ λέγουσιν, ὅτι ἐφόνευσε καὶ ἐμοίχευσεν· ἐγὼ δὲ οὐ τοῦτο λέγω μόνον, ἀλλὰ καὶ διπλοῦν τὸν φόνον ἀπέφηνα, ἀπό τε τοῦ ἠδικημένου, ἀπό τε τῆς ποιότητος τοῦ προσώπου τοῦ πεπλημμεληκότος. ζʹ. Οὐ γάρ ἐστιν ἴσον Πνεύματος ἀξιωθέντα, καὶ τοσαῦτα εὐεργετηθέντα, καὶ τηλικαύτην ἐσχηκότα παῤῥησίαν, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ τοιαῦτα τολμᾷν, καὶ τούτων πάντων χωρὶς τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἀλλ' ὅμως καὶ ταύτῃ μάλιστα θαυμαστός ἐστιν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ὅτι εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσὼν, οὐκ ἀνέπεσεν, οὐδὲ ἀπέγνω, οὐδὲ ἔῤῥιψεν ἑαυτὸν ὕπτιον, 57.342 οὕτω παρὰ τοῦ διαβόλου καιρίαν λαβὼν πληγὴν, ἀλλὰ ταχέως, μᾶλλον δὲ εὐθέως, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος καιριωτέραν ἔδωκεν ἢ ἔλαβε τὴν πληγήν. Καὶ ταὐτὸν γέγονεν, οἷον ἂν εἰ ἐν πολέμῳ καὶ παρατάξει βαρβάρου τινὸς εἰς ἀριστέως καρδίαν ἐμπήξαντος δόρυ, ἢ κατὰ τοῦ ἥπατος ἀφέντος βέλος, καὶ δεύτερον τῷ προτέρῳ τραῦμα προσθέντος ἐκείνου καιριώτερον, πεσὼν καὶ αἵματι πολλῷ περιῤῥεόμενος πάντοθεν ὁ τὰς χαλεπὰς ταύτας λαβὼν πληγὰς, καὶ ἀνασταίη ταχέως, καὶ δόρυ κατὰ τοῦ τοξεύσαντος ἀφεὶς νεκρὸν ἐπὶ τοῦ πεδίου δείξειεν εὐθέως. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅσῳ ἂν μείζονα εἴπῃς τὴν πληγὴν, τοσούτῳ θαυμαστοτέραν δεικνύεις τοῦ πληγέντος τὴν ψυχὴν, ὅτι ἴσχυσε μετὰ τὸ χαλεπὸν τοῦτο τραῦμα καὶ ἀναστῆναι, καὶ στῆναι ἐν αὐτῷ τῷ τῆς φάλαγγος μετώπῳ, καὶ τὸν τρώσαντα κατενεγκεῖν. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασι μάλιστα ὅσοι χαλεπαῖς περιπίπτουσιν