187
ὧν καὶ μετὰ τὸ ἐλθεῖν εἰς τὸ ὄρος ἐδέησε τοῦ παραγγεῖλαι αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν. Ἁψάμενος τοίνυν τοῦ σώματος, οὐχὶ τὸν πυρετὸν ἔσβεσε μόνον, ἀλλὰ καὶ καθαρὰν τὴν ὑγίειαν ἀπέδωκεν. Ἐπειδὴ γὰρ τὸ νόσημα εὐτελὲς ἦν, τῷ τρόπῳ τῆς ἰατρείας τὴν δύναμιν ἐπεδείκνυτο· ὅπερ οὐκ ἂν εἰργάσατο τέχνη ἰατρική. Ἴστε γὰρ ὅτι καὶ μετὰ τὴν ἀπαλλαγὴν τῶν πυρετῶν 57.345 πολλοῦ δεῖ χρόνου πάλιν τοῖς κάμνουσιν, ὥστε εἰς τὴν προτέραν ὑγίειαν ἐπανελθεῖν. Ἀλλὰ τότε ὁμοῦ πάντα ἐγένετο. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάττης. Οὐδὲ γὰρ ἐκεῖ τοὺς ἀνέμους ἔπαυσε μόνον καὶ τὸν χειμῶνα, ἀλλὰ καὶ τὸν σάλον εὐθέως ἔστησεν, ὅπερ καὶ τοῦτο ξένον ἦν· εἰ γὰρ καὶ ἡ ζάλη λήξειε, μέχρι πολλοῦ μένει τὰ ὕδατα σαλευόμενα. Ἀλλ' οὐκ ἐπὶ τοῦ Χριστοῦ οὕτως, ἀλλ' ὁμοῦ πάντα ἐλύετο· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς γέγονε. ∆ιὰ τοῦτο καὶ ἐμφαίνων αὐτὸ ὁ εὐαγγελιστὴς ἔλεγεν· Ἀνέστη, καὶ διηκόνει αὐτῷ· ὃ καὶ τῆς τοῦ Χριστοῦ δυνάμεως σημεῖον ἦν, καὶ τῆς διαθέσεως τῆς γυναικὸς, ἢν περὶ τὸν Χριστὸν ἐπεδείκνυτο. Καὶ ἕτερον δέ τι μετὰ τούτων ἐντεῦθεν ἂν κατίδοιμεν, ὅτι καὶ τῇ ἑτέρων πίστει χαρίζεται ὁ Χριστὸς τὴν ἑτέρων διόρθωσιν (καὶ γὰρ καὶ ἐνταῦθα ἕτεροι αὐτὸν παρεκάλεσαν, ὡς καὶ ἐπὶ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου)· χαρίζεται δὲ, ὅταν μὴ ἀπιστῇ ὁ θεραπεύεσθαι μέλλων, ἀλλ' ἢ διὰ νόσον μὴ δύνηται πρὸς αὐτὸν ἰέναι, ἢ δι' ἄγνοιαν μηδὲν μέγα περὶ αὐτοῦ φαντάζηται, ἢ διὰ ἡλικίαν ἄωρον. Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλοὺς, καὶ ἐξέβαλε τὰ πνεύματα ἀπ' αὐτῶν λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ὑπὸ τοῦ προφήτου Ἠσαΐου λεχθὲν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Εἶδες τὸ πλῆθος εἰς πίστιν αὐξανόμενον λοιπόν; Οὐδὲ γὰρ τοῦ καιροῦ κατεπείγοντος ἀναχωρεῖν ἠνείχοντο· οὐδὲ γὰρ ἄκαιρον εἶναι ἐνόμιζον ἐν ἑσπέρᾳ προσάγειν τοὺς ἀῤῥώστους αὐτῶν. Σὺ δέ μοι σκόπει, πόσον πλῆθος θεραπευομένων παρατρέχουσιν οἱ εὐαγγελισταὶ, οὐχὶ καθ' ἕνα λέγοντες ἡμῖν καὶ διηγούμενοι, ἀλλ' ἑνὶ ῥήματι πέλαγος ἄφατον θαυμάτων ὑπερβαίνοντες. Εἶτα ἵνα μὴ πάλιν τὸ μέγεθος τοῦ θαύματος εἰς ἀπιστίαν ἐμβάλῃ, εἴγε δῆμον τοσοῦτον καὶ ποικίλα νοσήματα ἐν μιᾷ καιροῦ ῥοπῇ ἔλυσε καὶ διώρθωσεν, ἐπάγει τὸν προφήτην μαρτυροῦντα τοῖς γινομένοις, μεγάλην πανταχοῦ τὴν ἀπὸ τῶν Γραφῶν ἀπόδειξιν ἡμῖν οὖσαν δεικνὺς, καὶ τῶν σημείων αὐτῶν οὐκ ἐλάττονα· καί φησιν, ὅτι καὶ Ἡσαΐας ταῦτα εἶπεν, ὅτι Τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. Οὐκ εἶπεν, Ἔλυσεν, ἀλλ', Ἔλαβε καὶ ἐβάστασεν· ὃ περὶ ἁμαρτιῶν μᾶλλον εἰρῆσθαί μοι δοκεῖ τῷ προφήτῃ συμφώνως Ἰωάννῃ τῷ λέγοντι· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. βʹ. Πῶς οὖν ἐνταῦθα αὐτὸ περὶ νοσημάτων τίθησιν ὁ εὐαγγελιστής; Ἢ κατὰ ἱστορίαν τὴν μαρτυρίαν ἀναγινώσκων, ἢ δηλῶν ὅτι τὰ πλείονα τῶν νοσημάτων ἐξ ἁμαρτημάτων ἐστὶ ψυχικῶν. Εἰ γὰρ τὸ κεφάλαιον, αὐτὸς ὁ θάνατος, ἐξ ἁμαρτίας ἔσχε τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν, πολλῷ μᾶλλον καὶ τῶν νοσημάτων τὰ πολλά· ἐπεὶ καὶ αὐτὸ τὸ παθητοὺς εἶναι ἡμᾶς ἐκεῖθεν γέγονεν. Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Εἶδες πάλιν τὸ ἀκόμπαστον; Οἱ μὲν γὰρ ἄλλοι φασὶν, ὅτι τοῖς δαίμοσιν ἐπετίμα, ἵνα μὴ εἴπωσιν ὅτι αὐτός ἐστιν· οὗτος δέ φησιν, ὅτι τοὺς ὄχλους διωθεῖται. Ἐποίει δὲ τοῦτο, ὁμοῦ τε μετριάζειν ἡμᾶς παιδεύων, ὁμοῦ τε τὸν φθόνον παραμυθούμενος τὸν Ἰουδαϊκὸν, καὶ διδάσκων ἡμᾶς μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. Οὐ γὰρ δὴ σώματα ἐθεράπευε μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν διώρθου, καὶ φιλοσοφεῖν ἐπαίδευε, δι' ἀμφοτέρων ἑαυτὸν δεικνὺς, καὶ τῷ λύειν τὰ νοσήματα, καὶ τῷ μηδὲν πρὸς ἐπίδειξιν ποιεῖν. 57.346 Καὶ γὰρ ἦσαν αὐτῷ προσηλωμένοι, φιλοῦντες αὐτὸν καὶ θαυμάζοντες, καὶ ὁρᾷν εἰς αὐτὸν βουλόμενοι. Τίς γὰρ ἂν ἀπέστη τοιαῦτα θαυματουργοῦντος; τίς οὐκ ἂν καὶ τὸ πρόσωπον ἠθέλησεν ἁπλῶς ἰδεῖν, καὶ τὸ στόμα τὸ τοιαῦτα φθεγγόμενον; Οὐδὲ γὰρ θαυματουργῶν ἦν θαυμαστὸς μόνον, ἀλλὰ καὶ φαινόμενος ἁπλῶς πολλῆς ἔγεμε