195
εἰδέναι σαφῶς, ὡς οἱ χοιρώδεις τῶν ἀνθρώπων εὐεπιχείρητοι ταῖς τῶν δαιμόνων ἐνεργείαις εἰσί. Καὶ ἄνθρωποι μὲν ὄντες οἱ ταῦτα πάσχοντες, δύνανται καὶ περιγενέσθαι πολλάκις· ἂν δὲ χοῖροι τὸ ὅλον γένωνται, οὐ δαιμονίζονται μόνον, ἀλλὰ καὶ κατακρημνίζονται. Καὶ ἄλλως δὲ, ἵνα μή τις σκηνὴν εἶναι νομίσῃ τὰ γενόμενα, ἀλλὰ πιστεύσῃ σαφῶς ὅτι ἐξῆλθον οἱ δαίμονες, ἀπὸ τοῦ θανάτου τῶν χοίρων τοῦτο γίνεται κατάδηλον. Σκόπει δὲ αὐτοῦ καὶ τὸ πρᾶον μετὰ τῆς δυνάμεως. Ἐπειδὴ γὰρ τοιαῦτα εὐεργετηθέντες ἀπήλαυνον αὐτὸν οἱ τὴν χώραν οἰκοῦντες ἐκείνην, οὐκ ἀντέτεινεν, ἀλλ' ἀνεχώρησε, καὶ τοὺς ἀναξίους ἀποφήναντας ἑαυτοὺς τῆς αὐτοῦ διδασκαλίας κατέλιπε, τοὺς ἐλευθερωθέντας τῶν δαιμόνων δοὺς διδασκάλους καὶ τοὺς συβώτας, ὥστε παρ' ἐκείνων μαθεῖν πάντα τὰ γεγενημένα· καὶ αὐτὸς ἀναχωρήσας τὸν φόβον ἀφίησιν αὐτοῖς ἐνακμάζοντα. Καὶ γὰρ τῆς ζημίας τὸ μέγεθος διεδίδου τοῦ γεγενημένου τὴν φήμην, καὶ καθικνεῖτο τῆς διανοίας αὐτῶν τὸ συμβάν. Καὶ πολλαχόθεν ἐφέροντο φωναὶ, ἀνακηρύττουσαι τοῦ θαύματος τὸ παράδοξον, ἀπὸ τῶν θεραπευθέντων, ἀπὸ τῶν καταποντισθέντων, ἀπὸ τῶν δεσποτῶν τῶν χοίρων, ἀπὸ τῶν ποιμαινόντων αὐτοὺς ἀνθρώπων. Ταῦτα καὶ νῦν γινόμενα ἴδοι τις ἂν, καὶ πολλοὺς ἐν τοῖς μνημείοις δαιμονιζομένους, οὓς οὐδὲν κατέχει τῆς μανίας, οὐ σίδηρος, οὐχ ἅλυσις, οὐκ ἀνθρώπων πλῆθος, οὐ παραίνεσις, οὐ νουθεσία, οὐ φόβος, οὐκ ἀπειλὴ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ ὅταν τις ἀκόλαστος ᾖ πρὸς πάντα σώματα ἐπτοημένος, οὐδὲν διενήνοχε τοῦ δαιμονῶντος· ἀλλὰ γυμνὸς ὡς ἐκεῖνος περιέρχεται, ἱμάτια μὲν ἐνδεδυμένος, τῆς δὲ ἀληθοῦς περιβολῆς ἐστερημένος, καὶ τῆς αὐτῷ προσηκούσης δόξης γεγυμνωμένος, οὐ λίθοις ἑαυτὸν κόπτων, ἀλλὰ ἁμαρτήμασι πολλῶν λίθων χαλεπωτέροις. Τίς οὖν τὸν τοιοῦτον δῆσαι δυνήσεται; τίς παῦσαι ἀσχημονοῦντα καὶ οἰστρούμενον, καὶ οὐδέποτε ἐν ἑαυτῷ γινόμενον, ἀλλ' ἀεὶ παρὰ τὰ μνήματα φοιτῶντα; Τοιαῦτα γὰρ τῶν πορνῶν τὰ καταγώγια, πολλῆς τῆς δυσωδίας γέμοντα, πολλῆς τῆς σηπεδόνος. Τί δὲ ὁ φιλάργυρος; οὐχὶ τοιοῦτος; τίς γὰρ αὐτὸν ἰσχύσει δῆσαί ποτε; οὐχὶ φόβοι καὶ ἀπειλαὶ καθημεριναὶ, καὶ παραινέσεις καὶ συμβουλαί; Ἀλλὰ πάντα ταῦτα διακόπτει τὰ δεσμά· κἂν ἔλθῃ τις αὐτὸν ἀπαλλάξαι, ὁρκίζει ὥστε μὴ ἀπαλλαγῆναι, βάσανον ἡγούμενος εἶναι μεγίστην τὸ μὴ εἶναι ἐν τῇ βασάνῳ· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ἐκεῖνος μὲν γὰρ ὁ δαίμων, εἰ καὶ ἀνθρώπων κατεφρόνησεν, ἀλλὰ τῷ προστάγματι εἶξε τοῦ Χριστοῦ, καὶ ταχέως ἀπεπήδησε τοῦ σώματος· οὗτος δὲ οὐδὲ τῷ προστάγματι εἴκει. Ἰδοὺ γοῦν καθ' ἑκάστην ἡμέραν ἀκούει αὐτοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ γέενναν ἀπειλοῦντος, καὶ τὰς ἀνηκέστους κολάσεις, καὶ οὐ πείθεται· οὐχ ὅτι ἰσχυρο 57.356 τερός ἐστι τοῦ Χριστοῦ, ἀλλ' ὅτι ἄκοντας ἡμᾶς ὁ Χριστὸς οὐ σωφρονίζει. ∆ιὰ τοῦτο ὡς ἐν ἐρήμοις οἱ τοιοῦτοι διατρίβουσι, κἂν ἐν μέσαις πόλεσιν ὦσι. Τίς γὰρ ἂν ἕλοιτο νοῦν ἔχων τοιούτοις συγγίνεσθαι ἀνθρώποις; Μᾶλλον ἂν ἔγωγε κατεδεξάμην μετὰ μυρίων δαιμονώντων οἰκεῖν, ἢ μετὰ ἑνὸς ταύτην νοσοῦντος τὴν νόσον. Καὶ ὅτι οὐ σφάλλομαι ταῦτα λέγων, δῆλον ἐξ ὧν ἑκάτεροι πάσχουσιν. Οὗτοι μὲν γὰρ τὸν οὐδὲν ἠδικηκότα ἐχθρὸν ἡγοῦνται, καὶ βούλονται καὶ δοῦλον λαβεῖν ἐλεύθερον ὄντα, καὶ μυρίοις περιβάλλουσι κακοῖς· οἱ δὲ δαιμονῶντες οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλ' ἐν ἑαυτοῖς τὴν νόσον στρέφουσι. Καὶ οὗτοι μὲν πολλὰς οἰκίας ἀνατρέπουσι, καὶ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖσθαι παρασκευάζουσι, καὶ λύμη πόλεως καὶ τῆς οἰκουμένης ἁπάσης εἰσίν· οἱ δὲ ὑπὸ δαιμόνων ἐνοχλούμενοι, ἐλεεῖσθαι μᾶλλόν εἰσιν ἄξιοι καὶ δακρύεσθαι. Καὶ οἱ μὲν ἐν ἀναισθησίᾳ τὰ πλείονα πράττουσιν· οἱ δὲ μετὰ λογισμοῦ παραπαίουσιν, ἐν μέσαις πόλεσι βακχευόμενοι, καὶ καινήν τινα μαινόμενοι μανίαν. Τί γὰρ τοιοῦτον ἐργάζονται οἱ δαιμονῶντες ἅπαντες, οἷον Ἰούδας ἐτόλμησε, τὴν ἐσχάτην παρανομίαν ἐπιδειξάμενος; Καὶ πάντες δὲ οἱ ἐκεῖνον ζηλοῦντες, καθάπερ θηρία χαλεπὰ ἀπὸ γαλεάγρας φυγόντα, τὰς πόλεις θορυβοῦσιν, οὐδενὸς κατέχοντος.