199
θεραπεῦσαι, καὶ ἕτερον διορθοῦσαι; πόθεν γὰρ δῆλον, ὅτι ἀφέωνταί μου αἱ ἁμαρτίαι; Νυνὶ δὲ ἐκεῖνος μὲν οὐδὲν τοιοῦτον φθέγγεται, ἀλλὰ δίδωσιν ἑαυτὸν τῇ τοῦ θεραπεύοντος ἐξουσίᾳ· οὗτοι δὲ περιττοὶ ὄντες καὶ βάσκανοι, ταῖς ἑτέρων ἐπιβουλεύουσιν εὐεργεσίαις. ∆ιὸ ἐπισκήπτει μὲν αὐτοῖς, μετ' ἐπιεικείας δὲ ἁπάσης. Εἰ γὰρ ἀπιστεῖτε, φησὶ, τῷ προτέρῳ, καὶ κόμπον εἶναι νομίζετε τὸ λεχθὲν, ἰδοὺ καὶ ἕτερον ἐκείνῳ προστίθημι, τὸ τὰ ἀπόῤῥητα ὑμῶν ἐκκαλύψαι· καὶ μετ' ἐκεῖνο πάλιν ἕτερον. Ποῖον δὴ τοῦτο; Τὸ σφίγξαι τὸ σῶμα τοῦ παραλελυμένου. Καὶ ὅτε μὲν εἶπε τῷ παραλυτικῷ, οὐ σαφῶς τὴν ἐξουσίαν τὴν ἑαυτοῦ δηλῶν εἶπεν· οὑ γὰρ εἶπεν, Ἀφίημί σοι τὰς ἁμαρτίας, ἀλλ', Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Ἐπειδὴ δὲ ἐκεῖνοι ἠνάγκασαν, τρανοτέραν αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν, λέγων· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὁρᾷς ὅσον ἀπεῖχε τοῦ μὴ θέλειν νομίζεσθαι ἴσος τῷ Πατρί; Οὐδὲ γὰρ εἶπεν, ὅτι δεῖται ἑτέρου ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἢ ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, ἀλλ' ὅτι Ἐξουσίαν ἔχει. Καὶ οὐδὲ αὐτὸ πρὸς φιλοτιμίαν λέγει, ἀλλ' Ἵνα ὑμᾶς πείσω, φησὶν, ὅτι οὐ βλασφημῶ ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Πανταχοῦ γὰρ ἀποδείξεις βούλεται παρέχειν σαφεῖς καὶ ἀναντιῤῥήτους, ὡς ὅταν λέγῃ· Ὕπαγε, σαυτὸν δεῖξον τῷ ἱερεῖ· καὶ τὴν πενθερὰν Πέτρου δεικνύῃ διακονοῦσαν, καὶ τοὺς χοίρους συγχωρῇ κατακρημνίζεσθαι. Οὕτω δὴ καὶ ἐνταῦθα, τῆς μὲν τῶν ἁμαρτημάτων ἀφέσεως τεκμήριον, τὴν τοῦ σώματος σφίγξιν ποιεῖται· τῆς δὲ σφίγξεως, τὸ βαστάσαι τὸν κράββατον· ὥστε μὴ νομισθῆναι φαντασίαν εἶναι τὸ γεγενημένον. Καὶ οὐ πρότερον τοῦτο ποιεῖ, ἕως αὐτοὺς ἠρώτησε. Τί γὰρ, φησὶν, εὐκοπώτερόν ἐστιν εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί δοκεῖ ῥᾷον ὑμῖν εἶναι, σῶμα σφίγξαι διῳκισμένον, ἢ ψυχῆς ἁμαρτήματα λῦσαι; Εὔδηλον ὅτι σῶμα σφίγξαι. Ὅσῳ γὰρ ψυχὴ σώματος βελτίων, τοσούτῳ τὸ ἁμαρτήματα λῦσαι τούτου μεῖζον· ἀλλ' ἐπειδὴ τὸ μὲν ἀφανὲς, τὸ δὲ φανερὸν, προστίθημι τὸ καταδεέστερον μὲν, φανερώτερον δέ· ἵνα καὶ τὸ μεῖζον καὶ τὸ ἀφανὲς διὰ τούτου λάβῃ τὴν ἀπόδειξιν, διὰ τῶν ἔργων προαποκαλύπτων ἤδη τὸ ὑπὸ τοῦ Ἰωάννου εἰρημένον, ὅτι αὐτὸς αἴρει τὰς ἁμαρτίας τοῦ κόσμου. γʹ. Ἀναστήσας τοίνυν αὐτὸν, εἰς τὴν οἰκίαν πέμπει· πάλιν ἐνταῦθα τὸ ἄτυφον δεικνὺς, καὶ ὅτι οὐ φαντασία ἦν τὸ γεγενημένον· τοὺς γὰρ τῆς ἀῤῥωστίας μάρτυρας, 57.361 τούτους ποιεῖται καὶ τῆς ὑγιείας. Ἐγὼ μὲν γὰρ ἐβουλόμην, φησὶ, διὰ τοῦ σοῦ πάθους καὶ τοὺς δοκοῦντας ὑγιαίνειν, νοσοῦντας δὲ τὴν διάνοιαν, θεραπεῦσαι· ἐπειδὴ δὲ οὐ βούλονται, ἄπιθι οἴκαδε, τοὺς ἐκεῖ διορθωσόμενος. Ὁρᾷς πῶς δείκνυσι καὶ ψυχῆς καὶ σωμάτων αὐτὸν ὄντα δημιουργόν; Ἑκατέρας οὖν οὐσίας τὴν παράλυσιν ἰᾶται, καὶ τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ δῆλον ποιεῖ· ἀλλ' ὅμως ἔτι χαμαὶ σύρονται. Ἰδόντες γὰρ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, φησὶν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις· προσίστατο γὰρ αὐτοῖς ἡ σάρξ. Αὐτὸς δὲ αὐτοῖς οὐκ ἐπετίμα, ἀλλὰ πρόεισι διὰ τῶν ἔργων ἐγείρων αὐτοὺς, καὶ ὑψηλὸν τὸ φρόνημα ποιῶν. Τέως γὰρ οὐκ ἦν μικρὸν τὸ νομίζεσθαι πάντων ἀνθρώπων εἶναι μείζω, καὶ παρὰ Θεοῦ ἥκειν. Εἰ γὰρ ταῦτα καλῶς ἐβεβαίωσαν παρ' ἑαυτοῖς, ὁδῷ προβαίνοντες ἔγνωσαν ἂν, ὅτι καὶ Θεοῦ Υἱὸς ἦν. Ἀλλ' οὐ κατέσχον ταῦτα σαφῶς· διὰ τοῦτο οὐδὲ προσελθεῖν ἠδυνήθησαν. Ἔλεγον γὰρ πάλιν· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ· πῶς ἐστιν οὗτος παρὰ τοῦ Θεοῦ; Καὶ συνεχῶς αὐτὰ ἔστρεφον, τῶν οἰκείων παθῶν ταῦτα προβαλλόμενοι προκαλύμματα. Ὃ πολλοὶ καὶ νῦν ποιοῦσι, καὶ τὸν Θεὸν δοκοῦντες ἐκδικεῖν, οἰκεῖα πληροῦσι πάθη, δέον μετ' ἐπιεικείας ἅπαντα μετιέναι. Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς, σκηπτὸν δυνάμενος ἀφιέναι ἐπὶ τοὺς βλασφημοῦντας αὐτὸν, τὸν ἥλιον ἀνατέλλει, καὶ τοὺς ὄμβρους ἀφίησι, καὶ τὰ ἄλλα πάντα μετὰ δαψιλείας παρέχει· ὃν χρὴ καὶ ἡμᾶς μιμουμένους παρακαλεῖν, παραινεῖν, νουθετεῖν μετὰ πραότητος, οὐκ ὀργιζομένους, οὐδὲ ἐκθηριουμένους. Οὐδὲ γὰρ βλάβη τις εἰς τὸν Θεὸν ἀπὸ τῆς