201
οὐδὲ ἀποστάντα τῆς πονηρᾶς ταύτης καπηλείας, ἀλλ' ἐκ μέσων αὐτὸν ἀνέσπασε τῶν κακῶν· καθάπερ οὖν καὶ τὸν μακάριον Παῦλον μαινόμενον καὶ λυττῶντα καὶ πῦρ ἀφιέντα μετέστησεν· ὅπερ οὖν καὶ αὐτὸς δεῖγμα ποιούμενος τῆς τοῦ καλέσαντος δυνάμεως, φησὶ Γαλάταις· Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ τοὺς ἁλιέας δὲ ἐν μέσοις τοῖς ἔργοις ὄντας ἐκάλεσεν. Ἀλλ' ἐκεῖνο μὲν τέχνη τις ἦν οὐ διαβεβλημένη μὲν, ἀνθρώπων δὲ ἀγροικότερον διακειμένων, καὶ ἀμίκτων, καὶ πολὺ τὸ ἀφελὲς κεκτημένων· τοῦτο δὲ ἐπιτήδευμα ἀναισχυντίας γέμον ἦν καὶ ἰταμότητος, καὶ κέρδος 57.363 οὐκ ἔχον πρόφασιν εὔλογον, καὶ ἐμπορία ἀναιδὴς, καὶ 57.363 ἁρπαγὴ σχῆμα ἔχουσα ἔννομον· ἀλλ' ὅμως οὐδὲν τούτων ἐπῃσχύνετο ὁ καλέσας. Καὶ τί λέγω, εἰ τελώνην οὐκ ἐπῃσχύνετο, ὅπου γε οὐδὲ πόρνην γυναῖκα οὐ μόνον καλέσαι οὐκ ἐπῃσχύνθη, ἀλλὰ καὶ φιλῆσαι τοὺς πόδα, αὐτοῦ καὶ βρέξαι τοῖς δάκρυσι παρεῖχεν αὐτῇ; Καὶ γὰρ διὰ τοῦτο παραγέγονεν, οὐχ ἵνα σώματα θεραπεύσῃ μόνον, ἀλλ' ἵνα καὶ ψυχῆς κακίαν ἰάσηται. Ὃ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκε· καὶ δείξας σαφῶς, ὅτι δύναται ἀφιέναι ἁμαρτίας, τότε ἐπὶ τοῦτον ἔρχεται, ἵνα μηκέτι θορυβῶνται τελώνην ὁρῶντες εἰς τὸν τῶν μαθητῶν ἐγκρινόμενον χορόν. Ὁ γὰρ κύριος ὢν λῦσαι τὰ πεπλημμελημένα πάντα, τί θαυμάζεις εἰ καὶ τοῦτον ἀπόστολον ποιεῖ; Ἀλλ' ὥσπερ εἶδες τοῦ καλέσαντος τὴν δύναμιν, οὕτω καταμάνθανε καὶ τοῦ κληθέντος τὴν ὑπακοήν. Οὔτε γὰρ ἀντέτεινεν, οὐδὲ ἀμφισβητῶν εἶπε· Τί τοῦτο; ἆρα μὴ ἀπατηλῇ κλήσει ἐμὲ τὸν τοιοῦτον καλεῖς; καὶ γὰρ ἄκαιρος αὕτη πάλιν ἡ ταπεινοφροσύνη· ἀλλ' εὐθέως ὑπήκουσε, καὶ οὐδὲ οἴκαδε ἀπελθεῖν ἠξίωσε, καὶ τοῖς αὐτοῦ περὶ τούτου κοινώσασθαι, ὥσπερ οὖν οὐδὲ οἱ ἁλιεῖς· ἀλλ' ὃν τρόπον ἐκεῖνοι τὸ δίκτυον καὶ τὸ πλοῖον καὶ τὸν πατέρα, οὕτω καὶ οὗτος τὴν τελωνείαν καὶ τὸ κέρδος ἀφεὶς εἵπετο, παρεσκευασμένην πρὸς ἅπαντα τὴν γνώμην ἐπιδεικνύμενος· καὶ πάντων ἀθρόως ἑαυτὸν ἀποῤῥηγνὺς τῶν βιωτικῶν, ἐμαρτύρει τῇ εὐκαιρίᾳ τοῦ καλέσαντος διὰ τῆς ἀπηρτισμένης ὑπακοῆς. Καὶ τί δήποτε, φησὶν, οὐχὶ καὶ περὶ τῶν ἄλλων εἶπεν ἡμῖν, πῶς καὶ τίνα τρόπον ἐκλήθησαν, ἀλλὰ περὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ Φιλίππου, περὶ δὲ τῶν ἄλλων οὐδαμοῦ; Ὅτι οὗτοι μάλιστα ἦσαν ἐν τοῖς ἀτόποις καὶ ταπεινοῖς ἐπιτηδεύμασιν. Οὔτε γὰρ τελωνείας τι χεῖρον, οὔτε ἁλείας εὐτελέστερον. Ὅτι δὲ καὶ Φίλιππος τῶν σφόδρα ἀσήμων ἦν, ἀπὸ τῆς πατρίδος δῆλον. ∆ιὰ τοῦτο τούτους μάλιστα ἡμῖν ἀνακηρύττουσι μετὰ τῶν ἐπιτηδευμάτων, δηλοῦντες ὅτι καὶ ἐν τοῖς λαμπροῖς τῶν διηγημάτων τούτοις πιστεύειν χρή. Οἱ γὰρ τῶν δοκούντων ἐπονειδίστων εἶναι μηδὲν αἱρούμενοι παραλιπεῖν, ἀλλὰ πρὸ τῶν ἄλλων ταῦτα μετὰ ἀκριβείας ἀνακηρύττοντες, καὶ ἐπὶ τοῦ ∆ιδασκάλου καὶ ἐπὶ τῶν μαθητῶν, πῶς ἂν εἶεν ἐπὶ τῶν σεμνῶν ὕποπτοι; καὶ μάλιστα ὅταν σημεῖα μὲν πολλὰ καὶ θαύματα παρατρέχωσι, τὰ δὲ ἐπὶ τοῦ σταυροῦ δοκοῦντα εἶναι ὀνείδη μετὰ ἀκριβείας βοῶσι· καὶ τῶν μαθητῶν τὰ ἐπιτηδεύματα καὶ τὰ ἐλαττώματα, καὶ τοῦ ∆ιδασκάλου τοὺς προγόνους τοὺς ἐπὶ ἁμαρτήμασι βεβοημένους λαμπρὰ ἐκκαλύπτωσι τῇ φωνῇ; Ὅθεν δῆλον ὅτι πολὺν τῆς ἀληθείας ἐποιοῦντο λόγον, καὶ οὐδὲν πρὸς χάριν, οὐδὲ πρὸς ἐπίδειξιν ἔγραφον. βʹ. Καλέσας τοίνυν αὐτὸν, καὶ τιμῇ μεγίστῃ τετίμηκε, τραπέζης αὐτῷ κοινωνήσας εὐθέως· ταύτῃ γὰρ αὐτὸν καὶ ὑπὲρ τῶν μελλόντων εὔελπιν ἐποίει· καὶ εἰς πλείονα παῤῥησίαν ἦγεν. Οὐ γὰρ χρόνῳ μακρῷ, ἀλλ' ἀθρόον ἰάσατο τὴν κακίαν. Καὶ οὐκ αὐτῷ συνανάκειται μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολλοῖς· καίτοι καὶ τοῦτο ἐδόκει αὐτοῦ ἔγκλημα εἶναι, ὅτι οὐκ ἀπεσόβησε τοὺς ἁμαρτωλούς. Ἀλλ' οὐδὲ τοῦτο κρύπτουσιν, οἷα ἐπισκήπτειν ἐπιχειροῦσι τοῖς παρ' αὐτοῦ γινομένοις. Συνέρχονται δὲ οἱ τελῶναι ὡς πρὸς ὁμότεχνον· ἐγκαλλωπιζόμενος γὰρ τῇ εἰσόδῳ τῇ τοῦ Χριστοῦ, πάντας αὐτοὺς συνεκάλεσε. Καὶ γὰρ πᾶν εἶδος θεραπείας ὁ Χριστὸς ἐκίνει, καὶ οὐχὶ 57.364 διαλεγόμενος μόνον, οὐδὲ θεραπεύων, οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν