202
κακῶς διακειμένων· διὰ τούτων διδάσκων ἡμᾶς, ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν τὴν ὠφέλειαν. Καίτοιγε τὰ παρακείμενα τότε ἐξ ἀδικίας ἦν καὶ πλεονεξίας· ἀλλ' οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν, ἐπειδὴ μέγα τὸ κέρδος ἐντεῦθεν ἔμελλε γίνεσθαι, ἀλλὰ καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τοιαῦτα πεπλημμεληκόσι. Τοιοῦτος γὰρ ὁ ἰατρός· ἂν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάττει τῆς ἀῤῥωστίας αὐτούς. Καίτοιγε πονηρὰν ἐντεῦθεν ἔλαβε δόξαν, καὶ τῷ μετ' αὐτοῦ φαγεῖν, καὶ τῷ ἐν τῇ οἰκίᾳ τῇ ἐκείνου, καὶ τῷ μετὰ πολλῶν τελωνῶν. Ὅρα γοῦν αὐτοὺς τοῦτο ὀνειδίζοντας· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἀκουέτωσαν ὅσοι μεγάλην ἐπὶ νηστείᾳ δόξαν ἑαυτοῖς περιτιθέναι σπουδάζουσιν, καὶ ἐννοείτωσαν ὅτι ὁ ∆εσπότης ἡμῶν φάγος καὶ οἰνοπότης ἐκλήθη, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ πάντων ὑπερεώρα τούτων, ἵνα τὸ προκείμενον ἀνύσῃ· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ καὶ μετεβάλετο ὁ τελώνης, καὶ βελτίων οὕτως ἐγένετο. Καὶ ἵνα μάθῃς, ὅτι μέγα τοῦτο ἤνυσε τὸ κοινωνῆσαι αὐτῷ τῆς τραπέζης, ἄκουσον τί φησιν ὁ Ζακχαῖος, ἕτερος πάλιν τελώνης. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, Σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, ὑπὸ τῆς ἡδονῆς πτερωθεὶς, Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι πτωχοῖς, φησὶ, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Καὶ πρὸς αὐτὸν ὁ Ἰησοῦς φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. Οὕτω διὰ πάντων ἔνεστι παιδεύειν. Καὶ πῶς ὁ Παῦλος, φησὶ, κελεύει, ἐάν τις, ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, τῷ τοιούτῳ μηδὲ συνεσθίειν; Μάλιστα μὲν οὔπω δῆλον, εἰ καὶ διδασκάλοις ταῦτα παραινεῖ, ἀλλ' οὐχὶ ἀδελφοῖς μόνοις. Ἔπειτα, οὗτοι οὔπω τῶν ἀπηρτισμένων ἦσαν, οὐδὲ ἀδελφῶν γεγενημένων. Πρὸς δὲ τούτοις ὁ Παῦλος καὶ τοὺς ἀδελφοὺς γεγενημένους τότε ἀποστρέφεσθαι κελεύει, ὅταν ἐπιμένωσιν· οὗτοι δὲ ἦσαν παυσάμενοι λοιπὸν καὶ μεταβαλόμενοι. Ἀλλ' οὐδὲν τούτων τοὺς Φαρισαίους ἐνέτρεψεν, ἀλλ' ἐγκαλοῦσι τοῖς μαθηταῖς λέγοντες· ∆ιατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Καὶ ὅταν μὲν αὐτοὶ δοκῶσιν ἁμαρτάνειν, αὐτῷ ἐντυγχάνουσι λέγοντες· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ· ἐνταῦθα δὲ πρὸς αὐτοὺς αὐτὸν διαβάλλουσιν. Ἅπερ πάντα κακουργούντων ἦν καὶ βουλομένων ἀποῤῥῆξαι τοῦ διδασκάλου τὸν χορὸν τῶν μαθητῶν. Τί οὖν ἡ ἄπειρος σοφία; Οὐ χρείαν ἔχουσι, φησὶν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ὅρα πῶς αὐτῶν εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον. Ἐκεῖνοι μὲν γὰρ ἔγκλημα ἐποιοῦντο τὸ συγγίνεσθαι αὐτὸν τούτοις· αὐτὸς δὲ τοὐναντίον φησὶν, ὅτι τὸ μὴ συγγίνεσθαι ἀνάξιον αὐτοῦ καὶ τῆς αὐτοῦ φιλανθρωπίας καὶ οὐ μόνον ἐγκλήματος ἐκτὸς τὸ τοὺς τοιούτους διορθοῦν, ἀλλὰ προηγούμενον καὶ ἀναγκαῖον καὶ μυρίων ἄξιον ἐπαίνων. Εἶτα ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς κληθέντας τῷ λέγειν, οἱ κακῶς ἔχοντες, ὅρα πῶς αὐτὸ παραμυθεῖται πάλιν, ἐπιτιμῶν αὐτοῖς καὶ λέγων· Πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Τοῦτο δὲ ἔλεγε, τὴν τῶν Γραφῶν ἄγνοιαν αὐτοῖς ὀνειδίζων. ∆ιὸ καὶ πληκτικώτερον κέχρηται τῷ λόγῳ, 57.365 οὐχὶ αὐτὸς ὀργιζόμενος· μὴ γένοιτο· ἀλλ' ὥστε ἐκείνους μὴ ἐξαπορηθῆναι. Καίτοιγε ἠδύνατο εἰπεῖν· Οὐκ ἐνενοήσατε, πῶς ἔλυσα τὰς ἁμαρτίας τοῦ παραλυτικοῦ; πῶς τὸ σῶμα ἔσφιγξα; Ἀλλ' οὐ λέγει τούτων οὐδέν· ἀλλ' ἀπὸ τῶν κοινῶν λογισμῶν πρῶτον αὐτοῖς διαλέγεται, καὶ τότε ἀπὸ τῶν Γραφῶν. Εἰπὼν γὰρ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, καὶ λανθανόντως δείξας ἑαυτὸν ὄντα τὸν ἰατρὸν, τότε εἶπε· Πορευθέντες μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν. Οὕτω καὶ ὁ Παῦλος ποιεῖ. Πρότερον ἀπὸ τῶν κοινῶν παραδειγμάτων τὸν λόγον κατασκευάσας, καὶ εἰπών· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει τότε καὶ τὰς Γραφὰς ἐπήγαγε λέγων· Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα· καὶ πάλιν, Οὕτως ὁ Κύριος διέταξε τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Πρὸς δὲ