205
πλείων ἡ ζημία; Καὶ λέγει μὲν τὸ παρὸν, προαναφωνεῖ δὲ τὸ μέλλον· οἷον ὅτι καινοὶ μετὰ ταῦτα ἔσονται· ἕως δ' ἂν τοῦτο γένηται, οὐδὲν αὐστηρὸν αὐτοῖς ἐπιτάττειν χρὴ καὶ βαρύ. Ὁ γὰρ πρὸ καιροῦ ζητῶν, φησὶ, τοῦ προσήκοντος τὰ ὑψηλὰ ἐντιθέναι δόγματα, οὐδὲ τοῦ καιροῦ καλοῦντος λοιπὸν ἐπιτηδείους εὑρήσει, ἀχρήστους ἐργασάμενος ἅπαξ. Τοῦτο δὲ οὐ παρὰ τὸν οἶνον συμβαίνει, οὐδὲ παρὰ τοὺς ὑποδεχομένους, ἀλλὰ παρὰ τὴν ἀκαιρίαν τῶν ἐμβαλλόντων. Ἐντεῦθεν ἡμᾶς καὶ τὴν αἰτίαν ἐδίδαξε τῶν ταπεινῶν ῥημάτων, ὧν συνεχῶς πρὸς αὐτοὺς διελέγετο. ∆ιὰ γὰρ τὴν ἀσθένειαν αὐτῶν πολλὰ ἔλεγε καταδεέστερα τῆς ἀξίας τῆς ἑαυτοῦ· ὅπερ οὖν 57.368 καὶ ὁ Ἰωάννης ἐνδεικνύμενος αὐτὸν εἰρηκέναι, φησί· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ἵνα γὰρ μὴ νομίσωσι ταῦτα εἶναι μόνον ἅπερ εἶπεν, ἀλλὰ καὶ ἕτερα πολλῷ μείζονα φαντάζωνται, τὴν ἀσθένειαν αὐτῶν εἰς τὸ μέσον τέθεικεν, ἐπαγγειλάμενος, ὅταν γένωνται ἰσχυροὶ, κἀκεῖνα ἐρεῖν· ὅπερ οὖν καὶ ἐνταῦθά φησιν· Ἐλεύσονται ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσι. Μὴ τοίνυν μηδὲ ἡμεῖς πάντα παρὰ πάντων ἀπαιτῶμεν ἐν προοιμίοις, ἀλλ' ὅσα δυνατόν· καὶ ταχέως καὶ ἐπ' ἐκεῖνα ἥξομεν. Εἰ δὲ ἐπείγῃ καὶ σπεύδεις, δι' αὐτὸ τοῦτο μὴ ἐπείγου, ἐπειδὴ σπεύδεις. Εἰ δὲ αἴνιγμά σοι τὸ εἰρημένον δοκεῖ εἶναι, ἀπ' αὐτῆς αὐτὸ τῶν πραγμάτων μάνθανε τῆς φύσεως, καὶ τότε ὄψει αὐτοῦ τὴν δύναμιν ἅπασαν. Καὶ μηδείς σε τῶν ἀκαίρως ἐγκαλούντων κινείτω· ἐπεὶ καὶ ἐνταῦθα Φαρισαῖοι οἱ ἐγκαλοῦντες ἦσαν, καὶ μαθηταὶ οἱ ὀνειδιζόμενοι. εʹ. Ἀλλ' ὅμως οὐδὲν τούτων ἔπεισε τὸν Χριστὸν μεταθεῖναι τὴν δόξαν, οὐδὲ εἶπεν· Αἰσχύνη ἐστὶ τούτους νηστεύειν καὶ τούτους μὴ νηστεύειν. Ἀλλ' ὥσπερ ὁ ἄριστος κυβερνήτης οὐ τοῖς ταραττομένοις κύμασιν, ἀλλὰ τῇ οἰκείᾳ τέχνῃ προσέχει· οὕτω καὶ ὁ Χριστὸς τότε ἐποίησε. Καὶ γὰρ αἰσχύνη ἦν, οὐ τὸ μὴ νηστεύειν αὐτοὺς, ἀλλὰ τὸ διὰ τὴν νηστείαν ἐν τοῖς καιρίοις πληγῆναι, καὶ ἀποσχισθῆναι, καὶ διαῤῥαγῆναι. Ἅπερ οὖν καὶ ἡμεῖς ἐννοοῦντες, οὕτω τοῖς οἰκείοις χρώμεθα πᾶσι. Κἂν γυναῖκα φιλόκοσμον ἔχῃς, πρὸς ἐπιτρίμματα κεχηνυῖαν καὶ ἀνεπτερωμένην, καὶ πολλῇ τρυφῇ διαχεομένην, καὶ λάλον, καὶ ἀνόητον· καίτοιγε οὐκ ἔνι ταῦτα πάντα εἰς γυναῖκα μίαν συνεμπεσεῖν· πλὴν ἀλλὰ διαπλάσωμεν τῷ λόγῳ γυναῖκα τοιαύτην. Τί οὖν ὅτι γυναῖκα, φησὶ, καὶ οὐχὶ ἄνδρα διαπλάττεις; Εἰσὶ καὶ ἄνδρες ταύτης χείρους τῆς γυναικός. Ἀλλ' ἐπειδὴ ἀνδράσιν ἡ ἐπιστασία ἐγκεχείρισται, διὰ τοῦτο γυναῖκα διαπλάττομεν τέως, οὐχ ὡς ἐκεῖ τῆς κακίας πλεοναζούσης. Πολλὰ γὰρ καὶ παρὰ ἀνδράσιν ἔστιν εὑρεῖν, ἃ παρὰ γυναιξὶν οὐκ ἔστιν, οἷον ἀνδροφονίαν, τυμβωρυχίαν, θηριομαχίαν, καὶ πολλὰ τοιαῦτα. Μὴ τοίνυν νομίσητε τὸ γένος ἡμᾶς ἐξευτελίζοντας ταῦτα ποιεῖν· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' οὕτω χρήσιμον τέως ὑπογράψαι τὴν εἰκόνα. Ὑποκείσθω τοίνυν ἡμῖν γυνὴ τοιαύτη, καὶ σπουδαζέτω παντὶ τρόπῳ αὐτὴν διορθοῦσθαι ὁ ἀνήρ. Πῶς οὖν αὐτὴν διορθώσεται; Μὴ πάντα ἀθρόον ἐπιτάττων, ἀλλὰ τὰ κουφότερα πρότερον, καὶ οἷς οὐ σφόδρα κατέχεται. Ἂν γὰρ τὸ πᾶν ἐπείξῃς αὐτὴν κατορθῶσαι ἐξ ἀρχῆς, τὸ πᾶν ἀπώλεσας. Μὴ τοίνυν περιέλῃς τὰ χρυσία εὐθέως, ἀλλ' ἄφες ἔχειν καὶ περικεῖσθαι τέως· δοκεῖ γὰρ τοῦτο ἔλαττον εἶναι κακὸν τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν. Πρότερον τοίνυν ἐκεῖνα ἀναιρείσθω· καὶ μηδὲ ἐκεῖνα φόβῳ καὶ ἀπειλῇ, ἀλλὰ πειθοῖ καὶ προσηνείᾳ, καὶ διὰ τῆς ἑτέρων κατηγορίας, καὶ διὰ τῆς σῆς ψήφου καὶ γνώμης. Καὶ λέγε πρὸς αὐτὴν συνεχῶς, ὅτι Σοὶ οὐκ ἔστιν ἐπέραστος ἡ ὄψις οὕτω καλλωπιζομένη, ἀλλὰ καὶ σφόδρα ἀηδής· καὶ πεῖθε μάλιστα ὅτι σε τοῦτο λυπεῖ. Καὶ μετὰ τὴν σὴν ψῆφον, καὶ τὴν παρ' ἑτέρων δόξαν εἴσαγε, καὶ λέγε, ὅτι καὶ τὰς εὐμόρφους τοῦτο ἀφανίζειν εἴωθεν, ἵνα τὸ 57.369 πάθος ἐξέλῃς. Καὶ μηδὲν μηδέπω περὶ γεέννης εἴπῃς, μηδὲ περὶ βασιλείας· εἰκῆ γὰρ ταῦτα ἐρεῖς· ἀλλὰ πεῖσον αὐτὴν, ὅτι σε τέρπει μᾶλλον γυμνὸν ἐπιδεικνῦσα τοῦ Θεοῦ τὸ ἔργον· ἡ δὲ βασανίζουσα τὴν ὄψιν, καὶ κατατείνουσα, καὶ κονιῶσα, οὐδὲ παρὰ τοῖς πολλοῖς φαίνεται καλὴ καὶ εὐειδής. Πρότερον δὲ τοῖς κοινοῖς λογισμοῖς καὶ ταῖς πάντων ψήφοις τὸ νόσημα