206
ἔκβαλλε· καὶ ὅταν τούτοις καταμαλάξῃς τοῖς λόγοις, καὶ ἐκεῖνα προστίθει. Κἂν ἅπαξ εἴπῃς, καὶ μὴ πείσῃς, καὶ δεύτερον καὶ τρίτον καὶ πολλάκις τὰ αὐτὰ ἐπαντλῶν ῥήματα μὴ ἀποκάμῃς· μὴ μέντοι μετὰ ἐπαχθείας τινὸς, ἀλλὰ μετὰ χαριεντισμοῦ· καὶ νῦν μὲν ἀποστρέφου, νῦν δὲ κολάκευε καὶ θεράπευε. Οὐχ ὁρᾷς τοὺς ζωγράφους πόσα ἐξαλείφουσι, πόσα παρεγγράφουσιν ὅταν ὄψιν ποιῶσι καλήν· Μὴ γίνου τοίνυν ἐκείνων χείρων. Εἰ γὰρ ἐκεῖνοι σώματος εἰκόνα γράφοντες τοσαύτῃ κέχρηνται τῇ σπουδῇ· πόσῳ μᾶλλον ἡμᾶς ψυχὴν διαπλάττοντας πᾶσαν ἂν εἴη δίκαιον κινεῖν μηχανήν. Ἂν γὰρ καλῶς τῆς ψυχῆς ταύτης διαπλάσῃς τὴν ὄψιν, οὐκ ὄψει τὸ τοῦ σώματος ἀσχημονοῦν πρόσωπον, οὐδὲ ᾑμαγμένα χείλη, οὐδὲ στόμα ἄρκτου αἵματι πεφοινιγμένῳ προσεοικὸς, οὐδὲ ἠσβολωμένας ὀφρῦς ὡς ἀπὸ χύτρας τινὸς, οὐδὲ κεκονιαμένας παρειὰς κατὰ τοὺς τοίχους τῶν τάφων. Πάντα γὰρ ταῦτα ἀσβόλη καὶ τέφρα καὶ κόνις, καὶ ἐσχάτης δυσειδείας γνωρίσματα. ʹ. Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως ἔλαθον εἰς τούτους ἐξενεχθεὶς τοὺς λόγους, καὶ ἑτέρῳ παραινῶν ὥστε διδάσκειν μετ' ἐπιεικείας, αὐτὸς εἰς ὀργὴν ἐξεκυλίσθην. Οὐκοῦν ἐπανίωμεν πάλιν πρὸς τὴν ἡμερωτέραν παραίνεσιν, καὶ πάντα φέρωμεν τὰ ἐλαττώματα τῶν γυναικῶν, ἵνα κατορθώσωμεν ὃ βουλόμεθα. Οὐχ ὁρᾷς πῶς τὰ παιδία φέρομεν κλαίοντα, ὅταν αὐτὰ τῆς θηλῆς ἀπάγειν βουλώμεθα, καὶ πάντα ὑπομένομεν δι' ἐκεῖνο μόνον, ἵνα αὐτὰ πείσωμεν καταφρονεῖν τῆς προτέρας τραπέζης; Οὕτω καὶ ἐνταῦθα ποιῶμεν· πάντων ἀνεχώμεθα τῶν ἄλλων, ἵνα τοῦτο κατορθώσωμεν. Ὅταν γὰρ τοῦτο διορθωθῇ, ὄψει καὶ τὸ ἕτερον ὁδῷ προβαίνων, καὶ ἐπὶ τὰ χρυσία πάλιν ἥξεις, καὶ τῷ αὐτῷ τρόπῳ καὶ περὶ τούτων ὁμοίως διαλέξῃ καὶ οὕτω κατὰ μικρὸν ῥυθμίζων τὴν γυναῖκα. ἔσῃ ζωγράφος κάλλιστος, δοῦλος πιστὸς, γεωργὸς ἄριστος. Μετὰ τούτων· ἀναμίμνησκε αὐτὴν καὶ τῶν παλαιῶν γυναικῶν, τῆς Σάῤῥας, τῆς Ῥεβέκκας, καὶ τῶν εὐμόρφων καὶ τῶν οὐ τοιούτων, καὶ δείκνυ πάσας ὁμοίως σωφρονούσας. Καὶ γὰρ Λεία ἡ τοῦ πατριάρχου γυνὴ οὐκ οὖσα εὔμορφος, οὐκ ἠναγκάσθη τοιοῦτον οὐδὲν ἐπινοῆσαι, ἀλλὰ καὶ δυσειδὴς οὖσα, καὶ οὐ σφόδρα φιλουμένη παρὰ τοῦ συνοικοῦντος, οὔτε ἐπενόησέ τι τοιοῦτον, οὔτε τὴν ὄψιν διέφθειρεν, 57.370 ἀλλ' ἔμενεν ἀκέραιον διατηροῦσα τὸν χαρακτῆρα, καὶ ταῦτα ὑπὸ Ἑλλήνων τραφεῖσα. Σὺ δὲ ἡ πιστὴ, ἡ τὸν Χριστὸν ἔχουσα κεφαλὴν, σατανικὴν ἐπεισάγεις ἡμῖν μηχανήν; καὶ οὐκ ἀναμιμνήσκῃ τοῦ ὕδατος τοῦ περικλύσαντός σου τὴν ὄψιν, τῆς θυσίας τῆς κοσμούσης σου τὰ χείλη, τοῦ αἵματος τοῦ φοινίξαντός σου τὴν γλῶτταν; Ἂν γὰρ ταῦτα πάντα ἐννοήσῃς, κἂν μυριάκις φιλόκοσμος ᾖς, οὐ τολμήσεις, οὐδὲ ἀνέξῃ τὸν κονιορτὸν καὶ τὴν τέφραν ἐκείνην ἐπιβαλεῖν. Μάθε ὅτι τῷ Χριστῷ ἡρμόσθης, καὶ ἀπόστηθι τῆς ἀσχημοσύνης ταύτης. Οὐδὲ γὰρ τέρπεται τοῖς χρώμασι τούτοις, ἀλλ' ἕτερον ἐπιζητεῖ κάλλος, οὗ καὶ σφοδρός ἐστιν ἐραστὴς, τὸ ἐν τῇ ψυχῇ λέγω. Τοῦτό σοι καὶ ὁ προφήτης ἀσκεῖν ἐκέλευσε, καὶ ἔλεγε· Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ τοίνυν περιττὰ ἀσχημονῶμεν. Οὐδὲ γὰρ ἀτελές τι τῶν ἔργων ἐστὶ τοῦ Θεοῦ, οὐδὲ διορθώσεως δεῖται τῆς παρὰ σοῦ. Οὐδὲ γὰρ εἰ βασιλικῇ τις εἰκόνι μετὰ τὸ ἀναστῆναι προσθεῖναι ἐπιχειρήσειε τὰ παρ' ἑαυτοῦ, ἀσφαλὴς ἡ ἐπιχείρησις, ἀλλὰ τὸν ἔσχατον ὑποστήσεται κίνδυνον. Εἶτα ἄνθρωπος μὲν ἐργάζεται, καὶ οὐ προστιθεῖς· Θεὸς δὲ ἐργάζεται. καὶ διορθοῦσαι; Καὶ οὐκ ἐννοεῖς τῆς γεέννης τὸ πῦρ; οὐκ ἐννοεῖς τῆς ψυχῆς τὴν ἐρημίαν; ∆ιὰ γὰρ τοῦτο ἐκείνη ἠμέληται, ἐπειδὴ πᾶσα εἰς τὴν σάρκα ἡ σπουδὴ κενοῦται. Καὶ τί λέγω τὴν ψυχήν; Καὶ γὰρ αὐτῇ τῇ σαρκὶ τἀναντία συμβαίνει ἅπαντα, ὧν ἐσπουδάκατε. Σκόπει δέ. Βούλει καλὴ φαίνεσθαι; Τοῦτό σε ἄμορφον δείκνυσι. Βούλει ἀρέσαι τῷ ἀνδρί; Τοῦτο αὐτὸν μᾶλλον λυπεῖ· καὶ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς ἔξω κατηγόρους παρασκευάζει γενέσθαι. Βούλει νέα φαίνεσθαι; Τοῦτό σε ταχέως εἰς γῆρας ἄξει. Βούλει καλλωπίζεσθαι; Τοῦτό σε αἰσχύνεσθαι ποιεῖ. Ἡ γὰρ τοιαύτη οὐχὶ τὰς ὁμοτίμους μόνον, ἀλλὰ καὶ τῶν θεραπαινίδων τὰς συνειδυίας καὶ τῶν οἰκετῶν τοὺς ἐπισταμένους αἰσχύνεται· καὶ