208
ὅτι ἐπὶ τὸ θυγάτριον ἀπέρχεται τὸ τετελευτηκός. Καὶ εἰς τὴν οἰκίαν μὲν αὐτὸν καλέσαι οὐκ ἐτόλμησε, καίτοιγε εὔπορος οὖσα· ἀλλ' οὔτε δημοσίᾳ προσῆλθε, λάθρα δὲ μετὰ πίστεως τῶν ἱματίων ἥψατο. Οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἶπεν ἐν ἑαυτῇ· Ἆρα ἀπαλλαγήσομαι τοῦ νοσήματος; ἆρα οὐκ ἀπαλλαγήσομαι; ἀλλὰ θαῤῥήσασα περὶ τῆς ὑγιείας οὕτω προσῆλθεν. Ἔλεγε γὰρ, φησὶν, ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Καὶ γὰρ εἶδεν ἐκ ποίας ἐξῆλθεν οἰκίας, τῆς τῶν τελωνῶν, καὶ τίνες ἦσαν οἱ ἑπόμενοι, ἁμαρτωλοὶ καὶ τελῶναι· καὶ ταῦτα πάντα εὐέλπιδα αὐτὴν ἐποίησε. Τί οὖν ὁ Χριστός; Οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν, ἀλλ' εἰς μέσον ἄγει καὶ δήλην καθίστησι, πολλῶν ἕνεκεν. Καίτοιγέ τινες τῶν ἀναισθήτων φασὶ, δόξης αὐτὸν ἐρῶντα τοῦτο ποιεῖν. ∆ιατί γὰρ, φησὶν, οὐκ ἀφῆκεν αὐτὴν λαθεῖν; Τί λέγεις, ὦ μιαρὲ καὶ παμμίαρε; ὁ κελεύων σιγᾷν, ὁ μυρία παρατρέχων θαύματα, οὗτος δόξης ἐρᾷ; Τίνος οὖν ἕνεκεν εἰς μέσον ἄγει; Πρῶτον λύει τὸ δέος τῆς γυναικὸς, ἵνα μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη, καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐν ἀγωνίᾳ διατρίβῃ. ∆εύτερον, αὐτὴν διορθοῦται, ἐπειδὴ ἐνόμισε λανθάνειν. Τρίτον, πᾶσι τὴν πίστιν αὐτῆς ἐπιδείκνυται, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι· καὶ τοῦ στῆσαι τὰς πηγὰς τοῦ αἵματος οὐκ ἔλαττον σημεῖον παρέχεται, τὸ δεῖξαι ὅτι 57.372 πάντα ἐπίσταται. Ἔπειτα, τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν, καὶ ταύτῃ τὸ πᾶν διαφθείρειν, κατορθοῖ διὰ τῆς γυναικός. Καὶ γὰρ οἱ ἐλθόντες ἔλεγον· Μὴ σκύλλε τὸν ∆ιδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον· καὶ οἱ ἐν τῇ οἰκίᾳ κατεγέλων αὐτοῦ εἰπόντος, ὅτι Καθεύδει· καὶ εἰκὸς ἦν καὶ τὸν πατέρα τοιοῦτόν τι πεπονθέναι. βʹ. ∆ιὰ τοῦτο προδιορθούμενος ταύτην τὴν ἀσθένειαν. ἄγει τὸ γύναιον εἰς μέσον. Ὅτι γὰρ τῶν σφόδρα παχυτέρων ἦν ἐκεῖνος, ἄκουσον τί φησι πρὸς αὐτόν· Μὴ φοβοῦ, σὺ μόνον πίστευε, καὶ σωθήσεται. Καὶ γὰρ τὸν θάνατον ἐπίτηδες ἔμενεν ἐπελθεῖν, καὶ τότε παραγενέσθαι, ὥστε σαφῆ γενέσθαι τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. ∆ιὰ τοῦτο καὶ σχολαιότερον βαδίζει, καὶ διαλέγεται τῇ γυναικὶ πλείονα, ἵνα συγχωρήσῃ τελευτῆσαι ἐκείνην, καὶ παραγενέσθαι τοὺς ταῦτα ἀπαγγέλλοντας καὶ λέγοντας· Μὴ σκύλλε τὸν ∆ιδάσκαλον. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἐπισημαίνεται λέγων, ὅτι Ἔτι λαλοῦντος αὐτοῦ, ἦλθον οἱ ἀπὸ τῆς οἰκίας λέγοντες· Τέθνηκεν ἡ θυγάτηρ σου, μὴ σκύλλε τὸν ∆ιδάσκαλον. Ἐβούλετο γὰρ πιστευθῆναι τὸν θάνατον, ἵνα μὴ ὑποπτευθῇ ἡ ἀνάστασις. Καὶ τοῦτο πανταχοῦ ποιεῖ. Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου, καὶ μίαν καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἔμεινε. ∆ιὰ δὴ ταῦτα πάντα ἄγει αὐτὴν εἰς μέσον, καί φησι· Θάρσει, θύγατερ· ὥσπερ καὶ τῷ παραλύτῳ ἔλεγε· Θάρσει, τέκνον. Καὶ γὰρ περιδεὴς ἦν ἡ γυνή· διὰ τοῦτό φησι, Θάρσει, καὶ θυγατέρα καλεῖ· ἡ γὰρ πίστις αὐτὴν θυγατέρα ἐποίησεν. Εἶτα καὶ τὸ ἐγκώμιον· Ἡ πίστις σου σέσωκέ σε. Ὁ δὲ Λουκᾶς καὶ πλείονα τούτων ἡμῖν ἕτερα ἀπαγγέλλει περὶ τῆς γυναικός. Ἐπειδὴ γὰρ προσῆλθε, φησὶ, καὶ τὴν ὑγίειαν ἔλαβεν, οὐκ εὐθέως ἐκάλεσεν αὐτὴν ὁ Χριστὸς, ἀλλὰ πρότερόν φησι· Τίς ἐστιν ὁ ἁψάμενός μου; Εἶτα τοῦ Πέτρου καὶ τῶν μετ' αὐτοῦ λεγόντων· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; (ὃ μέγιστον ἦν σημεῖον τοῦ καὶ σάρκα αὐτὸν ἀληθῆ περικεῖσθαι, καὶ πάντα τύφον καταπατεῖν· οὐδὲ γὰρ πόῤῥωθεν εἵποντο, ἀλλὰ συνεῖχον αὐτὸν πάντοθεν·) αὐτὸς δὲ ἐπέμενε, φησὶ, λέγων, ὅτι Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ ἐμοῦ ἐξελθοῦσαν· πρὸς τὴν ὑπόνοιαν τῶν ἀκουόντων παχύτερον ἀποκρινόμενος. Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ ἐκείνην ἀφ' ἑαυτῆς ὁμολογῆσαι πείσῃ. ∆ιὰ γὰρ τοῦτο οὐδὲ εὐθέως αὐτὴν ἤλεγξεν, ἵνα δείξας ὅτι πάντα οἶδε σαφῶς, αὐτόματον πείσῃ πάντα ἐξειπεῖν, καὶ αὐτὴν ἀνακηρῦξαι τὸ γεγενημένον παρασκευάσῃ, καὶ μὴ λέγων ὕποπτος εἶναι δόξῃ. Εἶδες τοῦ ἀρχισυναγώγου βελτίονα τὴν γυναῖκα; Οὐ κατέσχεν, οὐκ ἐκράτησεν· ἀλλ' ἄκροις τοῖς δακτύλοις ἥψατο μόνον, καὶ ὑστέρα ἐλθοῦσα, προτέρα θεραπευθεῖσα ἀπῆλθε. Καὶ ἐκεῖνος μὲν ὅλον τὸν ἰατρὸν ἦγεν εἰς τὴν οἰκίαν· ταύτῃ δὲ ἤρκεσε καὶ ἁφὴ μόνον. Εἰ γὰρ καὶ τῷ πάθει ἦν συνδεδεμένη, ἀλλὰ τῇ πίστει ἦν