209
ἀνεπτερωμένη. Σκόπει δὲ πῶς αὐτὴν παραμυθεῖται λέγων· Ἡ πίστις σου σέσωκέ σε. Καίτοιγε εἰ ἐπιδείξεως ἕνεκεν αὐτὴν εἵλκυσεν εἰς τὸ μέσον, οὐκ ἂν τοῦτο προσέθηκεν· ἀλλ' ὁμοῦ τὸν ἀρχισυνάγωγον παιδεύων πιστεῦσαι, ταῦτά φησι, καὶ τὴν γυναῖκα ἀνακηρύττων, καὶ οὐκ ἐλάττω τῆς τοῦ σώματος ὑγιείας διὰ τῶν ῥημάτων τούτων παρέχων αὐτῇ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν. Ὅτι γὰρ ἐκείνην δοξάσαι βουλόμενος ταῦτα ἐποίει, καὶ ἑτέρους διορθῶσαι, ἀλλ' οὐχ ἑαυτὸν ἀποφῆναι λαμπρὸν, δῆλον ἐντεῦθεν. Αὐτὸς μὲν γὰρ ὁμοίως ἔμελλεν εἶναι θαυμαστὸς καὶ τούτου χωρὶς (ὑπὲρ γὰρ τὰς νιφάδας αὐτὸν περιέῤῥει τὰ θαύματα, καὶ πολλῷ τούτου μείζονα καὶ 57.373 εἰργάσατο καὶ ποιήσειν ἔμελλεν)· ἡ δὲ γυνὴ, εἰ μὴ τοῦτο γέγονε, λαθοῦσα ἂν ἀπῆλθε, τῶν μεγάλων τούτων ἀπεστερημένη ἐπαίνων. ∆ιὰ τοῦτο αὐτὴν εἰς μέσον ἀγαγὼν ἀνεκήρυξε, καὶ τὸ δέος ἐξέβαλε (καὶ γὰρ τρέμουσα, φησὶ, προσῆλθε), καὶ θαῤῥεῖν αὐτὴν παρεσκεύασε, καὶ μετὰ τῆς ὑγιείας τοῦ σώματος καὶ ἕτερα αὐτῇ δέδωκεν ἐφόδια, εἰπὼν, Πορεύου ἐν εἰρήνῃ. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς, καὶ τὸν ὄχλον θορυβούμενον, ἔλεγεν· Ἀποχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. Καλά γε τῶν ἀρχισυναγώγων τὰ τεκμήρια, ἐν τῷ ἀποθανεῖν αὐλοὶ καὶ κύμβαλα θρῆνον ἐγείροντες. Τί οὖν ὁ Χριστός; Τοὺς μὲν ἄλλους ἅπαντας ἐξέβαλε, τοὺς δὲ γεγεννηκότας εἰσήγαγεν, ὥστε μὴ ἐγγενέσθαι εἰπεῖν, ὅτι ἄλλως ἐθεράπευσε· καὶ πρὸ τῆς ἀναστάσεως δὲ ἐγείρει τῷ λόγῳ, λέγων· Οὐ τέθνηκε τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ πολλαχοῦ δὲ τοῦτο ποιεῖ. Ὥσπερ οὖν καὶ ἐπὶ τῆς θαλάττης ἐπιτιμᾷ τοῖς μαθηταῖς πρῶτον· οὕτω δὴ καὶ ἐνταῦθα τὸν θόρυβον ἐκβάλλει τῆς διανοίας τῶν παρόντων, ὁμοῦ καὶ δεικνὺς ὅτι εὔκολον αὐτῷ τοὺς τεθνηκότας ἐγεῖραι (ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου πεποίηκε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται), καὶ ἅμα παιδεύων μὴ δεδιέναι τὸν θάνατον· οὐ γὰρ εἶναι θάνατον αὐτὸν, ἀλλ' ὕπνον λοιπὸν γεγενῆσθαι. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἔμελλεν ἀποθνήσκειν, ἐν τοῖς ἑτέρων σώμασι προπαρασκευάζει τοὺς μαθητὰς θαῤῥεῖν, καὶ πράως φέρειν τὴν τελευτήν. Καὶ γὰρ αὐτοῦ παραγενομένου λοιπὸν ὕπνος ὁ θάνατος ἦν. Ἀλλ' ὅμως κατεγέλων αὐτοῦ· αὐτὸς δὲ οὐκ ἠγανάκτησεν ἀπιστούμενος ἐφ' οἷς μικρὸν ὕστερον ἔμελλε θαυματουργεῖν· οὐδὲ ἐπετίμησε τῷ γέλωτι, ἵνα καὶ αὐτὸς, καὶ οἱ αὐλοὶ, καὶ τὰ κύμβαλα, καὶ τὰ ἄλλα πάντα ἀπόδειξις γένηται τοῦ θανάτου. γʹ. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ μετὰ τὸ γενέσθαι τὰ θαύματα ἀπιστοῦσιν ἄνθρωποι, προκαταλαμβάνει ταῖς οἰκείαις ἀποκρίσεσιν αὐτούς· ὃ δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γέγονε, καὶ ἐπὶ τοῦ Μωϋσέως. Καὶ γὰρ Μωϋσῇ φησι· Τί τοῦτο τὸ ἐν τῇ χειρί σου; ἵν' ὅταν ἴδῃ ὄφιν γεγενημένον, μὴ ἐπιλάθηται ὅτι ῥάβδος ἦν πρὸ τούτου, ἀλλὰ τῆς οἰκείας ἀναμνησθεὶς φωνῆς ἐκπλαγῇ τὸ γινόμενον. Καὶ ἐπὶ τοῦ Λαζάρου φησί· Ποῦ τεθείκατε αὐτόν; ἵνα οἱ εἰπόντες, Ἔρχου καὶ ἴδε, καὶ ὅτι Ὄζει, τεταρταῖος γάρ ἐστι, μηκέτι ἀπιστεῖν ἔχωσιν, ὅτι νεκρὸν ἀνέστησεν. Ἰδὼν τοίνυν τὰ κύμβαλα καὶ τοὺς ὄχλους, ἐξήγαγεν ἅπαντας, καὶ παρόντων τῶν γονέων θαυματουργεῖ, οὐχ ἑτέραν ἐπεισάγων ψυχὴν, ἀλλ' αὐτὴν τὴν ἐξελθοῦσαν ἐπανάγων, καὶ ὥσπερ ἐξ ὕπνου διεγείρων. Κατέχει δὲ τῆς χειρὸς, πληροφορῶν τοὺς ὁρῶντας, ὥστε προοδοποιῆσαι διὰ τῆς ὄψεως τῇ πίστει τῆς ἀναστάσεως. Ὁ μὲν γὰρ πατὴρ ἔλεγεν, Ἐπίθες τὴν χεῖρα· αὐτὸς δέ τι πλέον ποιεῖ· οὐ γὰρ ἐπιτίθησιν, ἀλλὰ καὶ κατασχὼν ἀνίστησι, δεικνὺς ὅτι πάντα αὐτῷ ἕτοιμα. Καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τροφὴν κελεύει δοῦναι, ἵνα μὴ δόξῃ φάντασμα εἶναι τὸ γεγενημένον. Καὶ οὐκ αὐτὸς δίδωσιν, ἀλλ' ἐκείνοις κελεύει· ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· Λύσατε αὐτὸν, καὶ ἄφετε ὑπάγειν, καὶ μετὰ ταῦτα κοινωνὸν ποιεῖ τῆς τραπέζης. Καὶ γὰρ ἀμφότερα ἀεὶ κατασκευάζειν εἴωθε, καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας ἁπάσης τὴν ἀπόδειξιν ποιούμενος. Σὺ δέ μοι μὴ τὴν ἀνάστασιν σκόπει μόνον, ἀλλ' ὅτι καὶ παρήγγειλε μηδενὶ εἰπεῖν· καὶ τοῦτο μάλιστα διὰ 57.374 πάντων παιδεύου, τὸ ἄτυφον καὶ ἀκενόδοξον· καὶ μετὰ τούτου κἀκεῖνο