210
μάνθανε, ὅτι τοὺς κοπτομένους ἔξω τῆς οἰκίας ἐξέβαλε, καὶ ἀναξίους τῆς τοιαύτης θεωρίας ἀπέφηνε· καὶ μὴ ἐξέλθῃς μετὰ τῶν αὐλούντων, ἀλλὰ μένε μετὰ Πέτρου καὶ Ἰωάννου καὶ Ἰακώβου. Εἰ γὰρ τότε ἐξέβαλεν ἐκείνους ἔξω, πολλῷ μᾶλλον νῦν. Τότε μὲν γὰρ οὔπω δῆλος ὁ θάνατος ἦν ὕπνος γεγενημένος· νῦν δὲ καὶ αὐτοῦ τοῦ ἡλίου τοῦτο φανερώτερον. Ἀλλ' οὐκ ἤγειρέ σου τὸ θυγάτριον νῦν; Ἀλλὰ πάντως ἐγερεῖ, καὶ μετὰ πλείονος τῆς δόξης. Ἐκεῖνο μὲν γὰρ ἀναστὰν πάλιν ἀπέθανε· τὸ δὲ σὸν ἐὰν ἀναστῇ, μένει λοιπὸν ἀθάνατον ὄν. Μηδεὶς τοίνυν κοπτέσθω λοιπὸν, μηδὲ θρηνείτω, μηδὲ τὸ κατόρθωμα τοῦ Χριστοῦ διαβαλλέτω. Καὶ γὰρ ἐνίκησε τὸν θάνατον. Τί τοίνυν περιττὰ θρηνεῖς; Ὕπνος τὸ πρᾶγμα γέγονε. Τί ὀδύρῃ καὶ κλαίεις; Τοῦτο γὰρ εἰ καὶ Ἕλληνες ἐποίουν, καταγελᾷν ἔδει· ὅταν δὲ ὁ πιστὸς ἐν τούτοις ἀσχημονῇ, ποία ἀπολογία; τίς ἔσται συγγνώμη τοιαῦτα ἀνοηταίνουσι, καὶ ταῦτα μετὰ χρόνον τοσοῦτον καὶ σαφῆ τῆς ἀναστάσεως ἀπόδειξιν; Σὺ δὲ ὥσπερ αὐξῆσαι τὸ ἔγκλημα σπεύδων, καὶ θρηνῳδοὺς ἡμῖν ἄγεις Ἑλληνίδας γυναῖκας, ἐξάπτων τὸ πάθος, καὶ τὴν κάμινον διεγείρων, καὶ οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Καὶ παῖδες μὲν Ἑλλήνων οἱ μηδὲν περὶ ἀναστάσεως εἰδότες, ὅμως εὑρίσκουσι λόγους παραμυθίας, λέγοντες· Φέρε γενναίως· καὶ γὰρ ἀναλῦσαι τὸ γεγενημένον οὐκ ἔνι, οὐδὲ διορθῶσαι τοῖς θρήνοις· σὺ δὲ ὁ φιλοσοφώτερα καὶ χρηστότερα τούτων ἀκούων, οὐκ αἰσχύνῃ μείζονα ἐκείνων ἀσχημονῶν; Οὐδὲ γὰρ λέγομεν· Φέρε γενναίως, ἐπειδὴ τὸ γεγενημένον ἀναλῦσαι οὐκ ἔνι· ἀλλὰ, Φέρε γενναίως· καὶ γὰρ ἀναστήσεται πάντως· καθεύδει τὸ παιδίον, καὶ οὐ τέθνηκεν· ἡσυχάζει, καὶ οὐκ ἀπόλωλεν. Ἀνάστασις γὰρ αὐτὸ διαδέξεται, καὶ ζωὴ αἰώνιος, καὶ ἀθανασία, καὶ λῆξις ἀγγελική. Οὐκ ἀκούεις τοῦ ψαλμοῦ λέγοντος, Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐεργέτησέ σε; Εὐεργεσίαν ὁ Θεὸς τὸ πρᾶγμα καλεῖ, καὶ σὺ θρηνεῖς; Καὶ τί πλέον ἂν ἐποίησας, εἰ πολέμιος καὶ ἐχθρὸς τοῦ τετελευτηκότος ἦς; Εἰ γὰρ δεῖ θρηνεῖν, τὸν διάβολον δεῖ θρηνεῖν. Ἐκεῖνος κοπτέσθω, ἐκεῖνος ὀδυρέσθω, ὅτι πρὸς τὰ μείζονα ὁδεύομεν ἀγαθά. Τῆς ἐκείνου πονηρίας ἀξία αὕτη ἡ οἰμωγὴ, οὐχὶ σοῦ τοῦ στεφανοῦσθαι μέλλοντος καὶ ἀναπαύεσθαι. Καὶ γὰρ λιμὴν εὔδιος ὁ θάνατος. Σκόπει γοῦν πόσων γέμει κακῶν ὁ παρὼν βίος· ἐννόησον ποσάκις αὐτὸς κατηράσω τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἐπὶ τὸ χεῖρον τὰ πράγματα πρόεισι, καὶ ἐξ ἀρχῆς δὲ οὐ μικρᾷ συνεκληρώθης καταδίκῃ. Ἐν γὰρ λύπαις τέξῃ τέκνα, φησί· καὶ, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· καὶ, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε. Ἀλλ' οὐ περὶ τῶν ἐκεῖ τοιοῦτον οὐδὲν εἴρηται, ἀλλὰ τοὐναντίον ἅπαν, ὅτι Ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· καὶ ὅτι Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· καὶ ὅτι νυμφὼν τὰ ἐκεῖ πνευματικὸς, καὶ φαιδραὶ λαμπάδες, καὶ μετάστασις πρὸς τὸν οὐρανόν. δʹ. Τί τοίνυν καταισχύνεις τὸν ἀπελθόντα; τί παρασκευάζεις τοὺς ἄλλους δεδοικέναι καὶ τρέμειν τὸν θάνατον; τί ποιεῖς πολλοὺς κατηγορεῖν τοῦ Θεοῦ, ὡς μεγάλα ἐργασαμένου δεινά; μᾶλλον δὲ τί μετὰ ταῦτα πένητας καλεῖς, καὶ παρακαλεῖς ἱερέας εὔξασθαι; Ἵνα εἰς ἀνά 57.375 παυσιν ἀπέλθῃ, φησὶν, ὁ τετελευτηκὼς, ἵνα ἵλεων σχῇ τὸν δικαστήν. Ὑπὲρ τούτων οὖν θρηνεῖς καὶ ὀλολύζεις; Οὐκοῦν σαυτῷ μάχῃ καὶ πολεμεῖς, ὑπὲρ ὧν εἰς λιμένας ἀπῆλθεν ἐκεῖνος, χειμῶνα σαυτῷ κατασκευάζων. Καὶ τί πάθω; φησί· τοιοῦτον ἡ φύσις. Οὐκ ἔστι φύσεως τὸ ἔγκλημα, οὐδὲ τῆς τοῦ πράγματος ἀκολουθίας· ἀλλ' ἡμεῖς οἱ πάντα ἄνω καὶ κάτω ποιοῦντές ἐσμεν, οἱ καταμαλακιζόμενοι, καὶ τὴν οἰκείαν προδιδόντες εὐγένειαν, καὶ τοὺς ἀπίστους χείρους ποιοῦντες. Πῶς γὰρ ἑτέρῳ περὶ ἀθανασίας διαλεξόμεθα; πῶς πείσομεν τὸν ἐθνικὸν, ὅταν μᾶλλον ἐκείνου τὸν θάνατον φοβώμεθα καὶ φρίττωμεν; Πολλοὶ γοῦν παρ' Ἕλλησι, καίτοιγε οὐδὲν περὶ ἀθανασίας εἰδότες, ἐστεφανώθησαν, τῶν παίδων αὐτοῖς ἀπελθόντων, καὶ λευχειμονοῦντες ἐφαίνοντο, ἵνα τὴν παροῦσαν καρπώσωνται δόξαν· σὺ δὲ οὐδὲ διὰ