211
τὴν μέλλουσαν παύῃ γυναικιζόμενος καὶ κοπτόμενος. Ἀλλὰ κληρονόμους οὐκ ἔχεις, οὐδὲ διάδοχον τῶν ὄντων; Καὶ τί μᾶλλον ἐβούλου, τῶν σῶν αὐτὸν εἶναι κληρονόμον, ἢ τῶν οὐρανῶν; τί δὲ ἐπεθύμεις, τὰ ἀπολλύμενα αὐτὸν διαδέχεσθαι, ἃ μικρὸν ὕστερον ἀφιέναι ἔμελλεν, ἢ τὰ μένοντα καὶ ἀκίνητα; Οὐκ ἔσχες κληρονόμον αὐτὸν, ἀλλ' ἀντὶ σοῦ ἔσχεν αὐτὸν ὁ Θεός· οὐκ ἐγένετο τῶν ἀδελφῶν τῶν ἰδίων συγκληρονόμος, ἀλλ' ἐγένετο τοῦ Χριστοῦ. Καὶ τίνι, φησὶ, τὰ ἱμάτια, τίνι τὰ οἰκήματα, τίνι τὰ ἀνδράποδα καὶ τοὺς ἀγροὺς καταλιμπάνομεν; Αὐτῷ πάλιν, καὶ ἀσφαλέστερον, ἢ εἰ ἔζη· τὸ γὰρ κωλύον οὐδέν. Εἰ γὰρ βάρβαροι συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ὄντα, πολλῷ μᾶλλον σὲ συναποστεῖλαι τῷ τετελευτηκότι δίκαιον τὰ αὐτοῦ, οὐχ ἵνα τέφρα γένηται, καθάπερ ἐκεῖνα, ἀλλ' ἵνα πλείονα τούτῳ περιβάλῃ δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἵνα τὰ ἁμαρτήματα λύσῃ· εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀντιδόσεως. Ἀλλ' ἰδεῖν αὐτὸν ἐπιθυμεῖς; Οὐκοῦν τὸν αὐτὸν αὐτῷ βίου βίον, καὶ ταχέως ἀπολήψῃ τὴν ἱερὰν ἐκείνην ὄψιν. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι κἂν ἡμῶν μὴ ἀκούσῃς, τῷ χρόνῳ πάντως πεισθήσῃ. Ἀλλ' οὐδεὶς τότε σοι ὁ μισθός· τοῦ γὰρ πλήθους τῶν ἡμερῶν γίνεται ἡ παραμυθία. Ἂν δὲ νῦν βουληθῇς φιλοσοφεῖν, δύο κερδανεῖς τὰ μέγιστα· καὶ σαυτὸν τῶν ἐν μέσῳ κακῶν ἀπαλλάξεις, καὶ παρὰ τοῦ Θεοῦ λαμπρότερον ἀναδήσῃ τὸν στέφανον. Καὶ γὰρ ἐλεημοσύνης καὶ τῶν ἄλλων πολλῷ μεῖζον τὸ πράως συμφορὰν ἐνεγκεῖν. Ἐννόησον ὅτι καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀπέθανε· καὶ ἐκεῖνος μὲν διὰ σὲ, σὺ δὲ διὰ σαυτόν. Καὶ εἰπὼν, Εἰ δυνατὸν παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον, καὶ λυπηθεὶς, καὶ ἀγωνιάσας, ὅμως οὐ παρέδραμε τὴν τελευτὴν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτὴν ὑπέστη τῆς τραγῳδίας. Οὐδὲ γὰρ ἁπλῶς θάνατον ὑπέμεινεν, ἀλλὰ τὸν αἴσχιστον· καὶ πρὸ τοῦ θανάτου μάστιγας, καὶ πρὸ τῶν μαστίγων ὀνείδη καὶ σκώμματα καὶ λοιδορίας, σὲ παιδεύων πάντα φέρειν γενναίως. Ἀλλ' ὅμως ἀποθανὼν, καὶ τὸ σῶμα ἀποθέμενος, πάλιν αὐτὸ ἀνέλαβε μετὰ μείζονος δόξης, σοὶ καὶ ἐνταῦθα χρηστὰς ὑποτείνων ἐλπίδας. Ταῦτα εἰ μὴ μῦθος, μὴ θρήνει ταῦτα εἰ πιστὰ νομίζεις εἶναι, μὴ δάκρυε· εἰ δὲ δακρύεις, πῶς δυνήσῃ πεῖσαι τὸν Ἕλληνα, ὅτι πιστεύεις; εʹ. Ἀλλὰ καὶ οὕτως ἀφόρητον ἔτι σοι φαίνεται τὸ συμβάν; Οὐκοῦν δι' αὐτὸ τοῦτο οὐκ ἄξιον ἐκεῖνον θρηνεῖν· πολλῶν γὰρ τοιούτων ἀπηλλάγη συμφορῶν ἐκεῖνος. Μὴ τοίνυν αὐτῷ φθόνει, μηδὲ βάσκαινε. Τὸ γὰρ ἑαυτῷ μὲν θάνατον αἰτεῖν διὰ τὴν ἄωρον ἐκείνου τελευτὴν, 57.376 πενθεῖν δὲ ἐκεῖνον, ὅτι μὴ ἔζη, ἵνα πολλὰ ὑπομείνῃ τοιαῦτα, φθονοῦντος μᾶλλόν ἐστι καὶ βασκαίνοντος. Μὴ δὴ τοῦτο ἐννόει, ὅτι οὐκέτι ἀναστρέψει εἰς τὴν οἰκίαν, ἀλλ' ὅτι καὶ αὐτὸς ἀπελεύσῃ μικρὸν ὕστερον πρὸς αὐτόν. Μὴ τοῦτο λογίζου, ὅτι οὐκέτι ἐπανέρχεται ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲ αὐτὰ ταῦτα τὰ ὁρώμενα μένει τοιαῦτα, ἀλλὰ καὶ ταῦτα μετασχηματίζεται. Καὶ γὰρ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ πάντα μεθαρμόζεται, καὶ τότε ἀπολήψῃ σου τὸ παιδίον μετὰ πλείονος δόξης. Καὶ εἰ μὲν ἁμαρτωλὸς ἀπῆλθεν, ἔστη τὰ τῆς κακίας· οὐδὲ γὰρ ἂν, εἰ μεταβαλλόμενον ὁ Θεὸς ᾔδει, προανήρπασεν ἂν τῆς μετανοίας· εἰ δὲ δίκαιος ὢν κατέλυσεν, ἐν ἀσφαλείᾳ τὰ ἀγαθὰ κέκτηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστι φιλοστοργίας σου τὰ δάκρυα, ἀλλὰ πάθους ἀλογίστου. Ἐπεὶ εἰ τὸν ἀπελθόντα ἐφίλεις, χαίρειν ἔδει καὶ εὐφραίνεσθαι, ὅτι τῶν παρόντων ἀπηλλάγη κυμάτων. Τί γὰρ τὸ πλέον; εἰπέ μοι· τί δὲ τὸ ξένον καὶ καινόν; οὐχὶ τὰ αὐτὰ καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἀνακυκλούμενα; Ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα· χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν. Καὶ ταῦτα μὲν ἀεὶ τὰ αὐτά· τὰ δὲ κακὰ ξένα καὶ καινότερα. Ταῦτα οὖν αὐτὸν ἀντλεῖν καθ' ἑκάστην ἡμέραν ἐβούλου, καὶ μένειν ἐνταῦθα, καὶ νοσεῖν, καὶ πενθεῖν, καὶ δεδοικέναι, καὶ τρέμειν, καὶ τὰ μὲν ὑπομένειν τῶν δεινῶν, τὰ δὲ μήποτε ὑπομείνῃ φοβεῖσθαι; Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τὸ μακρὸν τοῦτο πλέοντα πέλαγος, δυνατὸν ἦν ἀθυμίας καὶ φροντίδων καὶ τῶν ἄλλων ἀπηλλάχθαι τῶν τοιούτων. Μετὰ δὲ τούτων κἀκεῖνο λογίζου, ὅτι οὐκ ἀθάνατον ἔτεκες· καὶ ὅτι εἰ μὴ νῦν ἐτελεύτησε, μικρὸν