213
ὅτι Πιστεύετε ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, ὅτι δύναμαι εὔξασθαι, ἀλλ', Ὅτι ἐγὼ δύναμαι τοῦτο ποιῆσαι. Τί οὖν ἐκεῖνοι; Ναὶ, Κύριε. Οὐκέτι ∆αυῒδ υἱὸν αὐτὸν καλοῦσιν, ἀλλ' ὑψηλότερον ἀνίπτανται, καὶ τὴν δεσποτείαν ὁμολογοῦσι. Καὶ τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Ποιεῖ δὲ τοῦτο, τὴν πίστιν αὐτῶν ῥωννὺς, καὶ δεικνὺς μεριστὰς ὄντας τοῦ κατορθώματος, καὶ μαρτυρῶν ὅτι οὐ κολακείας τὰ ῥήματα ἦν. Οὐδὲ γὰρ εἶπεν, Ἀνοιχθήτωσαν ὑμῶν οἱ ὀφθαλμοὶ, ἀλλὰ, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν· ὃ πολλοῖς τῶν προσελθόντων λέγει, πρὸ τῆς τῶν σωμάτων ἰατρείας τὴν ἐν τῇ ψυχῇ πίστιν προανακηρῦξαι σπεύδων, ὥστε καὶ ἐκείνους εὐδοκιμωτέρους ποιῆσαι, καὶ ἑτέρους σπουδαιοτέρους κατασκευάσαι. Οὕτω καὶ ἐπὶ τοῦ παραλυτικοῦ· καὶ γὰρ πρὸ τοῦ σφίγξαι τὸ σῶμα, τὴν ψυχὴν κειμένην ἀνίστησι, λέγων· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· καὶ τὸ κοράσιον δὲ ἀναστήσας κατέσχε, καὶ διὰ τῆς τραπέζης ἐδίδαξεν αὐτὴν τὸν εὐεργέτην· καὶ ἐπὶ τοῦ ἑκατοντάρχου δὲ ὁμοίως ἐποίησε, τῇ πίστει τὸ πᾶν ἐπιτρέψας· καὶ τοὺς μαθητὰς δὲ ἀπαλλάττων τοῦ χειμῶνος τῆς θαλάσσης, τῆς ὀλιγοπιστίας πρῶτον ἀπήλλαττεν Οὕτω δὴ καὶ ἐνταῦθα· ᾔδει μὲν καὶ πρὸ 57.378 τῆς ἐκείνων φωνῆς αὐτὸς τὰ ἀπόῤῥητα τῆς διανοίας· ἵνα δὲ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγάγῃ, καὶ τοῖς ἄλλοις καταδήλους αὐτοὺς ποιεῖ, διὰ τοῦ τέλους τῆς ἰατρείας τὴν κρυπτομένην αὐτῶν πίστιν ἀνακηρύττων. Εἶτα μετὰ τὴν ἰατρείαν κελεύει μηδενὶ εἰπεῖν· καὶ οὐχ ἁπλῶς κελεύει, ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐνεβριμήσατο γὰρ αὐτοῖς ὁ Ἰησοῦς, φησὶ, λέγων· Ὁρᾶτε, μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Οὐ μὴν ἠνέσχοντο ἐκεῖνοι, ἀλλ' ἐγένοντο κήρυκες καὶ εὐαγγελισταί· καὶ κελευόμενοι κρύπτειν τὸ γεγενημένον, οὐκ ἠνέσχοντο. Εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων· Ἄπελθε, καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκεῖνο τούτῳ, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Παιδεύει γὰρ ἡμᾶς αὐτοὺς μὲν περὶ ἑαυτῶν μηδὲν λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύειν· εἰ δὲ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέροιτο, μὴ μόνον μὴ κωλύειν, ἀλλὰ καὶ ἐπιτάττειν τοῦτο ποιεῖν. Αὐτῶν δὲ ἐξερχομένων, φησὶν, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν, δαιμονιζόμενον. Οὐ γὰρ τῆς φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων. Οὐδὲ γὰρ δι' ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὢν, οὐδὲ ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος. ∆ιὰ τοῦτο οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν, ἀλλ' εὐθέως διορθοῦται τὸ νόσημα. Ἐκβληθέντος γὰρ τοῦ δαίμονος, φησὶν, ἐλάλησεν ὁ κωφός. Οἱ δὲ ὄχλοι ἐθαύμασαν, λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Ὃ δὴ μάλιστα ἠνία τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων· προὐτίθεσαν δὲ, οὐχ ὅτι ἐθεράπευεν, ἀλλ' ὅτι ῥᾳδίως, καὶ ταχέως, καὶ ἄπειρα νοσήματα, καὶ ἀνιάτως ἔχοντα. Καὶ ὁ μὲν δῆμος οὕτως. βʹ. Οἱ Φαρισαῖοι δὲ τοὐναντίον ἅπαν. Οὐ γὰρ μόνον διαβάλλουσι τὰ γεγενημένα, ἀλλὰ καὶ ἐναντία λέγοντες ἑαυτοῖς οὐκ αἰσχύνονται. Τοιοῦτον γὰρ ἡ πονηρία. Τί γάρ φασιν; Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια· οὗ τί γένοιτ' ἂν ἀνοητότερον; Μάλιστα μὲν γὰρ, ὃ καὶ προϊών φησιν, ἀμήχανον δαίμονα ἐκβάλλειν δαίμονα· τὰ γὰρ ἑαυτοῦ συγκροτεῖν εἴωθεν, οὐ καταλύειν ἐκεῖνος. Αὐτὸς δὲ οὐχὶ δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρε, καὶ νεκροὺς ἤγειρε, καὶ θάλατταν ἐχαλίνου, καὶ ἁμαρτήματα ἔλυε, καὶ βασιλείαν ἐκήρυττε, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ οὔτ' ἂν ἕλοιτό ποτε δαίμων, οὔτ' ἂν δυνηθείη ποτὲ ἐργάσασθαι. Οἱ γὰρ δαίμονες εἰδώλοις προσάγουσι, καὶ Θεοῦ ἀπάγουσι, καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν. Ὁ δαίμων ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὅπου γε καὶ μὴ ὑβριζόμενος βλάπτει τοὺς θεραπεύοντας αὐτὸν καὶ τιμῶντας. Αὐτὸς δὲ τοὐναντίον ποιεῖ· μετὰ γὰρ τὰς ὕβρεις ταύτας καὶ τὰς λοιδορίας, Περιῆγε, φησὶ, τὰς πόλεις πάσας καὶ τὰς