215
δεσπότης. Εἰ γὰρ θερίζειν ἔπεμψε, δῆλον ὅτι οὐ τὰ ἀλλότρια, ἀλλ' ἃ διὰ τῶν προφητῶν ἔσπειρεν. Οὐ ταύτῃ δὲ αὐτοὺς μόνον παρεθάῤῥυνε, τῷ θερισμὸν καλέσαι τὴν αὐτῶν διακονίαν, ἀλλὰ καὶ τῷ ποιῆσαι δυνατοὺς πρὸς τὴν διακονίαν. Καὶ προσκαλεσάμενος, φησὶ, τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καίτοι οὔπω ἦν Πνεῦμα δεδομένον· Οὔπω γὰρ ἦν, φησὶ, Πνεῦμα, ἐπειδὴ Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πῶς οὖν ἐξέβαλλον τὰ πνεύματα; Ἀπὸ τῆς ἐπιταγῆς τῆς αὐτοῦ, ἀπὸ τῆς ἐξουσίας. Σκόπει δέ μοι καὶ τὸ εὔκαιρον τῆς ἀποστολῆς. Οὐ γὰρ ἐκ προοιμίων αὐτοὺς ἔπεμψεν, ἀλλ' ὅτε ἱκανῶς τῆς ἀκολουθήσεως ἦσαν ἀπολελαυκότες, καὶ εἶδον καὶ νεκρὸν ἐγερθέντα, καὶ θάλατταν ἐπιτιμηθεῖσαν, καὶ δαίμονας ἐλαθέντας, καὶ παραλυτικὸν σφιγέντα, καὶ ἁμαρτήματα λυθέντα, καὶ λεπρὸν καθαρθέντα, καὶ ἀρκοῦσαν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀπόδειξιν, καὶ δι' ἔργων καὶ διὰ λόγων, τότε αὐτοὺς ἐκπέμπει· καὶ οὐκ εἰς ἐπικίνδυνα πράγματα (οὐδεὶς γὰρ ἐν Παλαιστίνῃ τέως κίνδυνος ἦν), ἀλλὰ πρὸς κακηγορίας ἔδει ἵστασθαι μόνον. Πλὴν καὶ τοῦτο αὐτοῖς προλέγει, τὸ περὶ τῶν κινδύνων, προπαρασκευάζων αὐτοὺς καὶ πρὸ τοῦ καιροῦ, καὶ ἐναγωνίους ποιῶν τῇ συνεχεῖ περὶ τούτων προῤῥήσει. Εἶτα, ἐπειδὴ δύο συζυγίας εἶπεν ἡμῖν ἀποστόλων, τὴν Πέτρου καὶ Ἰωάννου, καὶ μετ' ἐκείνας τὸν Ματθαῖον ἔδειξε κληθέντα, περὶ δὲ τῆς τῶν ἄλλων ἀποστόλων κλήσεώς τε καὶ προσηγορίας οὐδὲν ἡμῖν διελέχθη, ἐνταῦθα ἀναγκαίως τὸν κατάλογον αὐτῶν καὶ τὸν ἀριθμὸν τίθησι, καὶ τὰ ὀνόματα δῆλα ποιεῖ, λέγων οὕτως· Τῶν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος. Καὶ γὰρ ἕτερος Σίμων ἦν, ὁ Κανανίτης· καὶ Ἰούδας ὁ Ἰσκαριώτης, καὶ Ἰούδας ὁ Ἰακώβου· καιἸάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου.Ὁ μὲν οὖν Μάρκος καὶ κατὰ τὴν ἀξίαν αὐτοὺς τίθησι· μετὰ γὰρ τοὺς δύο κορυφαίους τότε τὸν Ἀνδρέαν ἀριθμεῖ· οὗτος δὲ οὐχ οὕτως, ἀλλ' ἀδιαφόρως, μᾶλλον δὲ καὶ Θωμᾶν τὸν πολὺ καταδεέστερον ἑαυτοῦ προτίθησιν. Ἀλλ' ἴδωμεν αὐτῶν ἄνωθεν τὸν κατάλογον. Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον· τὸν μὲν γὰρ ἀπὸ τῆς ἀρετῆς, τὸν δὲ ἀπὸ τῆς εὐγενείας τῆς κατὰ τὸν τρόπον ὠνόμασεν. Εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ. Ὁρᾷς πῶς οὐ κατὰ τὴν ἀξίαν τίθησιν; Ἐμοὶ γὰρ δοκεῖ ὁ Ἰωάννης οὐχὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ἀδελφοῦ μείζων εἶναι. Εἶτα εἰπὼν, Φίλιππος καὶ Βαρθολομαῖος, ἐπήγαγε· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης. Ἀλλ' οὐχ ὁ Λουκᾶς οὕτως· ἀλλ' ἀντιστρόφως, καὶ προτίθησιν αὐτὸν τοῦ Θωμᾶ, Εἶτα Ἰάκωβος ὁ τοῦ Ἀλφαίου. Ἦν γὰρ, ὡς ἔφθην ειπὼν, καὶ ὁ τοῦ Ζεβεδαίου. Εἶτα εἰπὼν Λεββαῖον τὸν ἐπικληθέντα Θαδδαῖον, καὶ Σίμωνα τὸν ζηλωτὴν, ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· καὶ οὐχ ὡς ἐχθρός τις καὶ πολέμιος, ἀλλ' ὡς ἱστορίαν γράφων οὕτω διηγήσατο. Οὐκ εἶπεν, Ὁ μιαρὸς καὶ παμμίαρος, ἀλλ' ἀπὸ τῆς πόλεως αὐτὸν ἐκάλεσεν, Ἰούδας ὁ Ἰσκα 57.381 ριώτης. Ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰακώβου φησὶν ὁ Λουκᾶς εἶναι λέγων, Ἰούδας Ἰακώβου. Ἀπὸ τούτου τοίνυν διαιρῶναὐτὸν, φησίν· Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Καὶ οὐκ αἰσχύνεται λέγων· Ὁ καὶ παραδοὺς αὐτόν. Οὕτως οὐδὲν οὐδέποτε οὐδὲ τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀπέκρυπτον. Πρῶτος δὲ πάντων καὶ κορυφαῖος, ὁ ἀγράμματος, ὁ ἰδιώτης. Ἀλλ' ἴδωμεν ποῦ καὶ πρὸς τίνας αὐτοὺς πέμπει. Τούτους τοὺς δώδεκα, φησὶν, ἀπέστειλεν ὁ Ἰησοῦς. Ποίους τούτους; Τοὺς ἁλιέας, τοὺς τελώνας· καὶ γὰρ τέσσαρες ἦσαν ἁλιεῖς, καὶ δύο τελῶναι, Ματθαῖος καὶ Ἰάκωβος· ὁ δὲ εἷς καὶ προδότης. Καὶ τί πρὸς αὐτούς φησιν; Εὐθέως παραγγέλλει αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδή με ὑβρίζουσι, καὶ δαιμονῶντα καλοῦσιν, ὅτι μισῶ αὐτοὺς