219
σου· μὴ τῇ φωνῇ μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ λέγετε· μὴ τῷ στόματι, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἂν δὲ ἐνταῦθα μὲν λέγῃς, Εἰρήνη καὶ τῷ πνεύματί σου, ἔξω δέ μοι πολεμῇς διαπτύων καὶ κακηγορῶν, μυρίοις λάθρα πλύνων ὀνείδεσι, ποία εἰρήνη αὕτη; Ἐγὼ μὲν γὰρ, κἂν μυριάκις κακηγορήσῃς, μετὰ καθαρᾶς καρδίας τὴν εἰρήνην σοι δίδωμι, μετὰ εἰλικρινοῦς γνώμης, καὶ πονηρὸν οὐδὲν δύναμαί ποτε περὶ σοῦ εἰπεῖν· σπλάγχνα γὰρ ἔχω πατρικά. Κἂν ἐπιπλήξω ποτὲ, κηδόμενος τοῦτο ποιῶ. Σὺ δὲ λάθρα δάκνων, καὶ μὴ δεχόμενός με ἐν δεσποτικῇ οἰκίᾳ, δέδοικα μὴ πάλιν μοι τὴν ἀθυμίαν αὐξήσῃς· οὐκ ἐπειδὴ ὕβρισας, οὐδὲ ἐπειδὴ ἐξέβαλες, ἀλλ' ἐπειδὴ τὴν εἰρήνην ἀπεκρούσω, καὶ τὴν χαλεπὴν ἐκείνην ἐπεσπάσω κόλασιν. Κἂν γὰρ μὴ ἐκτινάξω τὸν κονιορτὸν ἐγὼ, κἂν μὴ ἀποστραφῶ, τὰ τῆς ἀπειλῆς ἀκίνητα μένει. Ἐγὼ μὲν γὰρ ἐπιλέγω πολλάκις ὑμῖν εἰρήνην, καὶ ἀεὶ τοῦτο λέγων οὐ παύσομαι· ἂν δὲ μετὰ τῶν ὕβρεων καὶ μὴ δέξησθε, οὐδὲ οὕτω τὸν κονιορτὸν ἐκτινάσσω· οὐκ ἐπειδὴ παρακούω τοῦ ∆εσπότου, ἀλλ' ἐπειδὴ σφόδρα ὑμῶν ἐκκαίομαι. Ἄλλως δὲ οὐδὲ ἔπαθόν τι δι' ὑμᾶς· οὔτε μακρὰν ἦλθον ἀποδημίαν, οὐδὲ μετὰ τοῦ σχήματος ἐκείνου καὶ τῆς ἀκτημοσύνης ἦλθον (διὰ τοῦτο πρότερον ἑαυτοῖς ἐγκαλοῦμεν), οὐδὲ χωρὶς ὑποδημάτων καὶ δευτέρου χιτῶνος· διὰ τοῦτο τάχα καὶ τὰ παρ' ὑμῶν ἐλλιμπάνετε. Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ὑμῖν εἰς ἀπολογίαν· ἀλλ' ἡμῖν μὲν τὸ κρίμα μεῖζον, ὑμῖν δὲ συγγνώμης οὐ μεταδίδωσι. ζʹ. Τότε αἱ οἰκίαι ἐκκλησίαι ἦσαν, νῦν δὲ ἡ ἐκκλησία οἰκία γέγονεν. Οὐδὲν ἦν τότε ἐν οἰκίᾳ λαλῆσαι βιωτικόν· οὐδέν ἐστι νῦν ἐν ἐκκλησίᾳ πνευματικὸν εἰπεῖν, ἀλλὰ καὶ ἐνταῦθα τὰ ἐκ τῆς ἀγορᾶς ἐπεισάγετε· καὶ τοῦ Θεοῦ διαλεγομένου, ἀφέντες τὸ σιγῇ τῶν λεγομένων ἀκούειν, τἀναντία φέροντες συμβάλλετε πράγματα· καὶ εἴθε τὰ ὑμέτερα· νυνὶ δὲ τὰ μηδὲν ὑμῖν προσήκοντα καὶ λέγετε καὶ ἀκούετε. ∆ιὰ ταῦτα θρηνῶ, καὶ θρηνῶν οὐ παύσομαι. Οὐδὲ γάρ εἰμι κύριος τὴν οἰκίαν ἀμεῖψαι ταύτην, ἀλλ' ἐνταῦθα ἀνάγκη μένειν, ἕως ἂν ἐκ τοῦ παρόντος ἐξέλθωμεν βίου. Χωρήσατε τοίνυν ἡμᾶς, καθὼς ὁ Παῦλος ἐκέλευσεν. Οὐδὲ γὰρ περὶ τραπέζης ἐκεῖ τὸ εἰρημένον ἦν αὐτῷ, ἀλλὰ περὶ γνώμης καὶ διανοίας. 57.386 Τοῦτο καὶ ἡμεῖς παρ' ὑμῶν ζητοῦμεν, τὴν ἀγάπην, τὴν φιλίαν τὴν θερμὴν ἐκείνην καὶ γνησίαν. Εἰ δὲ οὐδὲ τοῦτο ἀνέχεσθε, κἂν ὑμᾶς αὐτοὺς φιλήσατε, τὴν παροῦσαν ἀποτιθέμενοι ῥᾳθυμίαν. Ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἡμῖν, ἂν ἴδωμεν εὐδοκιμοῦντας καὶ γενομένους βελτίους ὑμᾶς. Οὕτω καὶ αὐτὸς μείζονα ἐπιδείξομαι τὴν ἀγάπην, Εἰ καὶ περισσότερον ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ γὰρ πολλὰ ἡμᾶς ἐστι τὰ συνάγοντα· μία τράπεζα πρόκειται πᾶσιν, εἷς ἐγέννησεν ἡμᾶς Πατὴρ, τὰς αὐτὰ, πάντες ἐλύσαμεν ὠδῖνας, τὸ αὐτὸ ποτὸν ἅπασι δέδοται· μᾶλλον δὲ οὐ μόνον τὸ αὐτὸ ποτὸν, ἀλλὰ καὶ ἐξ ἑνὸς ποτηρίου πίνειν. Ὁ γὰρ Πατὴρ, βουλόμενος ἡμᾶς εἰς φιλοστοργίαν ἀγαγεῖν, καὶ τοῦτο ἐμηχανήσατο, ἐξ ἑνὸς ποτηρίου πίνειν ἡμᾶς· ὅπερ ἐπιτεταμένης ἐστιν ἀγάπης. Ἀλλ' οὐκ ἐσμὲν ἄξιοι τῶν ἀποστόλων ἡμεῖς. Ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἄν ποτε ἀρνηθείην. Οὐ μόνον ἐκείνων, ἀλλ' οὐδὲ τῆς σκιᾶς ἄξιοι τῆς ἐκείνων ἡμεῖς. Ἀλλ' ὅμως τὰ παρ' ὑμῶν γινέσθω. Οὐδὲν ὑμᾶς τοῦτο καταισχῦναι δυνήσεται, ἀλλὰ καὶ ὠφελῆσαι μειζόνως. Ὅταν γὰρ καὶ περὶ ἀναξίους τοσαύτην ἐπιδείξησθε τὴν ἀγάπην καὶ τὴν ὑπακοὴν, τότε μείζονα λήψεσθε τὴν ἀνταπόδοσιν. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν· ἐπεὶ μηδέ ἐστιν ὑμῖν διδάσκαλος ἐπὶ τῆς γῆς· ἀλλ' ἃ παρελάβομεν, καὶ διδόαμεν· καὶ διδόντες οὐδὲν πλέον ἐπιζητοῦμεν παρ' ὑμῶν, ἀλλ' ἢ τὸ φιλεῖσθαι μόνον. Εἰ δὲ ἀνάξιοι καὶ τούτου, ἀλλ' ἀπὸ τοῦ φιλεῖν ὑμᾶς ἄξιοι ταχέως ἐσόμεθα. Καίτοιγε προσετάγημεν, μὴ τοὺς φιλοῦντας φιλεῖν μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τίς οὖν οὕτως ἀπηνὴς, τίς οὕτως ἄγριος, ὃς τοιοῦτον δεξάμενος νόμον, καὶ τοὺς φιλοῦντας ἀποστραφήσεται καὶ μισήσει, κἂν μυρίων κακῶν ἀνάμεστος ᾖ; Ἐκοινωνήσαμεν τραπέζης πνευματικῆς· κοινωνήσωμεν καὶ ἀγάπης πνευματικῆς. Εἰ γὰρ λῃσταὶ, κοινωνοῦντες ἁλῶν, ἐπιλανθάνονται τοῦ τρόπου, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, σώματος ἀεὶ ∆εσποτικοῦ μετέχοντες, καὶ οὐδὲ τὴν ἐκείνων