220
μιμούμενοι ἡμερότητα; Καίτοιγε πολλοῖς οὐχὶ τράπεζα μόνον, ἀλλὰ καὶ τὸ πόλεως εἶναι μιᾶς ἤρκεσεν εἰς φιλίαν· ἡμεῖς δὲ, ὅταν καὶ πόλιν τὴν αὐτὴν ἔχωμεν, καὶ οἰκίαν τὴν αὐτὴν, καὶ τράπεζαν, καὶ ὁδὸν, καὶ θύραν, καὶ ῥίζαν, καὶ ζωὴν, καὶ κεφαλὴν, καὶ ποιμένα τὸν αὐτὸν, καὶ βασιλέα, καὶ διδάσκαλον, καὶ κριτὴν, καὶ δημιουργὸν, καὶ πατέρα, καὶ πάντα ἡμῖν ᾖ κοινὰ, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, ἀπ' ἀλλήλων διαιρούμενοι; Ἀλλὰ τὰ σημεῖα ἐπιζητεῖτε, ἅπερ εἰσιόντες ἐποίουν ἐκεῖνοι, τοὺς λεπροὺς τοὺς καθαιρομένους, καὶ τοὺς δαίμονας τοὺς ἐλαυνομένους, καὶ τοὺς ἐγειρομένους νεκρούς; Ἀλλὰ καὶ τοῦτο τῆς εὐγενείας ὑμῶν μέγιστον δεῖγμα, καὶ τῆς ἀγάπης, τὸ μὴ μετ' ἐνεχύρων πιστεύειν τῷ Θεῷ. Καὶ γὰρ καὶ διὰ τοῦτο καὶ δι' ἕτερον τὰ σημεῖα ἔπαυσεν ὁ Θεός. Εἰ γὰρ, οὐ γινομένων σημείων, οἱ πλεονεκτήμασιν ἑτέροις κομῶντες, οἷον ἢ λόγῳ σοφίας, ἢ εὐλαβείας ἐπιδείξει, κενοδοξοῦσιν, ἐπαίρονται, ἀπ' ἀλλήλων σχίζονται· εἰ καὶ σημεῖα ἐγένοντο, ποῦ οὐκ ἂν ἐγένετο ῥήγματα; Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, μαρτυροῦσι Κορίνθιοι εἰς πολλὰ ἐντεῦθεν διαιρεθέντες μέρη. Μὴ δὴ σημεῖα ζήτει, ἀλλὰ ψυχῆς ὑγείαν. Μὴ ζήτει νεκρὸν ἕνα ἰδεῖν ἐγειρό 57.387 μενον· καὶ γὰρ ἔμαθες ὅτι ὁλόκληρος ἡ οἰκουμένη ἀνίσταται. Μὴ ζήτει τυφλὸν ἰδεῖν θεραπευόμενον, ἀλλ' ὅρα πάντας ἀναβλέποντας νῦν τὴν βελτίω καὶ χρησιμωτέραν ἀνάβλεψιν· καὶ μάθε καὶ σὺ σωφρόνως ὁρᾷν, καὶ διόρθωσαί σου τὸν ὀφθαλμόν. Καὶ γὰρ εἰ πάντες ὡς ἐχρῆν ἐζῶμεν, μᾶλλον ἂν τῶν θαυματουργούντων ἐθαύμασαν ἡμᾶς Ἑλλήνων παῖδες. Τὰ μὲν γὰρ σημεῖα καὶ φαντασίας ὑπόνοιαν ἔχει πολλάκις, καὶ ἑτέραν πονηρὰν ὑποψίαν, εἰ καὶ τὰ ἡμέτερα οὐ τοιαῦτα· βίος δὲ καθαρὸς οὐδεμίαν τοιαύτην ἐπήρειαν δέξασθαι δύναται· ἀλλὰ πάντων ἐμφράττει τὰ στόματα τῆς ἀρετῆς ἡ κτῆσις. ηʹ. Ταύτης τοίνυν ἐπιμελώμεθα· πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα. Αὕτη τὴν ὄντως ἐλευθερίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν· οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα. Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν, ἀπαλλάγηθι πλημμελημάτων, καὶ τὸ πᾶν ἤνυσας. Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ· κἂν ταύτην ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων μεῖζον εἰργάσω. Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων προτιθέντος· Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι· καὶ μέλλων λέγειν τὴν ὁδὸν ταύτην, οὐ νεκρῶν εἶπεν ἔγερσιν, οὐ κάθαρσιν λεπρῶν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ἀντὶ πάντων τούτων τὴν ἀγάπην τέθεικεν. Ἄκουσον καὶ τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' 57.388 ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ τούτου πάλιν· Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐκ οἶδα ὑμᾶς. Καὶ ὅτε ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ' ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν οὗτοι, ἀλλ' ἐὰν ὦσιν ἕν. Τὰ μὲν γὰρ σημεῖα πολλάκις ἕτερον μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενοδοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ. Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα. Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας. Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας. Ἂν ἀποστήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλλους ἀλλοτρίου, τυφλοὺς ὄντας ἀνέῳξας. Ἐὰν ἀντὶ σατανικῶν ᾠδῶν μάθῃς ψαλμοὺς