225
ἀλλὰ δαιμόνων λαβόντες ἴσους, ἀγγέλων ἐποίησαν ἐφαμίλλους, τὴν μὲν ἀνθρωπίνην φύσιν τῆς πονηρᾶς ταύτης ἐλευθερώσαντες τυραννίδος, τοὺς δὲ ἀλιτηρίους ἐκείνους καὶ πάντα συνταράττοντας δαίμονας ἐκ μέσων ἀγορῶν καὶ οἰκιῶν, μᾶλλον δὲ καὶ αὐτῆς ἀπελάσαντες τῆς ἐρημίας. Καὶ μαρτυροῦσιν οἱ τῶν μοναχῶν χοροὶ, οὓς κατεφύτευσαν πανταχοῦ, οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον ἐκκαθάραντες. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὐκ ἐκ παρατάξεως ἴσης ταῦτα ἐποίουν, ἀλλ' ἐν τῷ πάσχειν κακῶς πάντα ἤνυον. Καὶ γὰρ εἶχον αὐτοὺς ἐν τῷ μέσῳ, δώδεκα ἀνθρώπους ἰδιώτας, δεσμεύοντες, μαστίζοντες, περιάγοντες, καὶ οὐκ ἴσχυον ἐπιστομίσαι· ἀλλ' ὥσπερ τὴν ἀκτῖνα δῆσαι ἀδύνατον, οὕτω καὶ τὴν γλῶτταν ἐκείνων. Τὸ δὲ αἴτιον, οὐκ αὐτοὶ ἦσαν οἱ λαλοῦντες, ἀλλ' ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω γοῦν καὶ ὁ Παῦλος ἐνίκησε τοὺς περὶ Ἀγρίππαν, καὶ τὸν κακίᾳ νικήσαντα πάντας ἀνθρώπους Νέρωνα. Ὁ γὰρ Κύριός μοι παρέστη, φησὶ, καὶ ἐνεδυνάμωσέ με, καὶ ἐῤῥύσατό με ἐκ στόματος λέοντος. Σὺ δὲ καὶ αὐτοὺς θαύμαζε, πῶς ἀκούσαντες, Μὴ μεριμνήσητε, καὶ ἐπίστευσαν καὶ κατεδέξαντο, καὶ οὐδὲν αὐτοὺς τῶν φοβερῶν ἐξέπληξεν. Εἰ δὲ λέγοις, ὅτι ἱκανὴν αὐτοῖς δέδωκε παράκλησιν τῷ εἰπεῖν, ὅτι Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἔσται τὸ λαλοῦν· καὶ διὰ τοῦτο μάλιστα ἐκπλήττομαι αὐτοὺς, ὅτι οὐκ ἀμφέβαλον, οὐδὲ ἐζήτησαν ἀπαλλαγὴν τῶν δεινῶν· καὶ ταῦτα, οὐ δύο, οὐ τρία ἔτη μέλλοντες ταῦτα πάσχειν, ἀλλὰ παρὰ πάντα τὸν βίον. Τὸ γὰρ εἰπεῖν, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, τοῦτό ἐστιν αἰνιττομένου. Βούλεται γὰρ μὴ τὰ παρ' αὐτοῦ μόνον εἰσφέρεσθαι, ἀλλὰ καὶ παρ' αὐτῶν γίνεσθαι τὰ κατορθώματα. Σκόπει γοῦν ἄνωθεν πῶς τὰ μὲν αὐτοῦ, τὰ δὲ τῶν μαθητῶν γίνεται. Τὸ μὲν γὰρ σημεῖα ποιεῖν, αὐτοῦ· τὸ δὲ μὴ κτήσασθαι μηδὲν, ἐκείνων. Πάλιν, τὸ τὰς οἰκίας ἀνοῖξαι πάσας, τῆς ἄνωθεν χάριτος· τὸ δὲ μηδὲν πλέον τῆς χρείας ἀπαιτῆσαι, τῆς αὐτῶν φιλοσοφίας· Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Τὸ τὴν εἰρήνην χαρίσασθαι, τῆς τοῦ Θεοῦ δωρεᾶς· τὸ τοὺς ἀξίους ἐπιζητεῖν, καὶ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι, τῆς αὐτῶν ἐγκρατείας. Πάλιν, τὸ κολάζειν τοὺς μὴ δεχομένους αὐτοὺς, αὐτοῦ· τὸ δὲ μετ' ἐπιεικείας ἀναχωρεῖν ἐκ τούτων, μὴ λοιδορουμένους, μηδὲ ὑβρίζοντας, τῆς τῶν ἀποστόλων πραότητος. Τὸ δοῦναι Πνεῦμα, καὶ μὴ ποιῆσαι μεριμνᾷν, τοῦ πέμποντος ἦν· τὸ δὲ ὡς πρόβατα γίνεσθαι καὶ περιστερὰς, καὶ φέρειν πάντα γενναίως, τῆς τούτων εὐτονίας καὶ συνέσεως. Τὸ μισεῖσθαι, καὶ τὸ μὴ καταπίπτειν, καὶ τὸ ὑπομένειν, αὐτῶν· τὸ ὑπομείναντας σῶσαι, τοῦ πέμποντος. ∆ιὸ καὶ ἔλεγεν· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 57.394 εʹ. Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐν μὲν τοῖς προοιμίοις εἶναι σφοδροὶ, μετὰ δὲ ταῦτα ἐκλύεσθαι, διὰ τοῦτό φησιν, ὅτι Τὸ τέλος ἐπιζητῶ. Τί γὰρ ὄφελος σπερμάτων, παρὰ μὲν τὴν ἀρχὴν ἀνθούντων, μικρὸν δὲ ὕστερον μαραινομένων; ∆ιὰ τοῦτο διαρκῆ τὴν ὑπομονὴν παρ' αὐτῶν ἀπαιτεῖ. Ἵνα γὰρ μή τις λέγῃ, ὅτι τὸ πᾶν αὐτὸς ἐποίησε, καὶ θαυμαστὸν οὐδὲν, τοιούτους ἐκείνους γενέσθαι οὐδὲν πάσχοντας φορτικὸν, διὰ τοῦτό φησιν αὐτοῖς, ὅτι Καὶ τῆς ὑπομονῆς ὑμῶν χρεία. Κἂν γὰρ τῶν πρώτων ἐξαρπάσω κινδύνων, ἑτέροις χαλεπωτέροις τηρῶ, καὶ μετ' ἐκείνους πάλιν ἕτεροι διαδέξονται· καὶ οὐ στήσεσθε ἐπιβουλευόμενοι, ἕως ἂν ἐμπνέητε. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ∆ιὰ δὴ τοῦτο καὶ εἰπὼν, Μὴ μεριμνήσητε, τί λαλήσητε, ἀλλαχοῦ φησιν· Ἕτοιμοι γίνεσθε πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος. Ὅταν μὲν γὰρ μεταξὺ φίλων ὁ ἀγὼν ᾖ, κελεύει καὶ ἡμᾶς μεριμνᾷν· ὅταν δὲ δικαστήριον φοβερὸν, καὶ δῆμοι μαινόμενοι, καὶ φόβος πάντοθεν, τὴν παρ' αὐτοῦ παρέχει ῥοπὴν, ὥστε θαῤῥῆσαι καὶ φθέγξασθαι, καὶ μὴ καταπλαγῆναι, μηδὲ προδοῦναι τὰ δίκαια. Καὶ γὰρ πολὺ μέγα ἦν, ἄνθρωπον περὶ λίμνας ἠσχολημένον καὶ δέρματα καὶ τελωνείαν, τυράννων καθημένων, καὶ σατραπῶν παρεστηκότων καὶ δορυφόρων, καὶ τῶν ξιφῶν γεγυμνωμένων, καὶ πάντων μετ' ἐκείνων ἑστώτων, εἰσελθόντα μόνον, δεδεμένον,