231
δέδοικας κόλασιν, ἐκείνην φοβοῦ τὴν πολλῷ χαλεπωτέραν. Ὁρᾷς πῶς πάλιν οὐκ ἐπαγγέλλεται αὐτοῖς ἀπαλλαγὴν θανάτου, ἀλλ' ἀφίησιν ἀποθανεῖν, μείζονα χαριζόμενος ἢ εἰ μὴ συνεχώρησε τοῦτο παθεῖν; Τοῦ γὰρ ἀπαλλάξαι θανάτου τὸ πεῖσαι καταφρονεῖν θανάτου πολλῷ μεῖζόν ἐστιν. Οὐ τοίνυν εἰς κινδύνους ἐμβάλλει αὐτοὺς, ἀλλ' ἀνωτέρους ποιεῖ κινδύνων, καὶ ἐν βραχεῖ λόγῳ τὰ περὶ ἀθανασίας ψυχῆς ἐν αὐτοῖς πήγνυσι δόγματα· καὶ ἐν δύο καὶ τρισὶ λέξεσι δόγμα σωτήριον καταφυτεύσας, καὶ ἀπὸ λογισμῶν αὐτοὺς ἑτέρων παραμυθεῖται. Ἵνα γὰρ μὴ νομίσωσιν ἀναιρούμενοι καὶ σφαττόμενοι, ὡς ἐγκαταλιμπανόμενοι τοῦτο πάσχειν, πάλιν τὸν περὶ τῆς προνοίας τοῦ Θεοῦ εἰσάγει λόγον, οὕτω λέγων· Οὐχὶ δύο στρουθία ἀσσα 57.401 ρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Τί γὰρ εὐτελέστερον ἐκείνων· φησίν· ἀλλ' ὅμως οὐδὲ ἐκεῖνα ἁλώσεται, ἀγνοοῦντος τοῦ Θεοῦ, Οὐ γὰρ τοῦτό φησιν, ὅτι ἐνεργοῦντος αὐτοῦ πίπτει· τοῦτο γὰρ ἀνάξιον Θεοῦ· ἀλλ' ὅτι οὐδὲ αὐτὸν λανθάνει τῶν γινομένων. Εἰ τοίνυν ἀγνοεῖ οὐδὲν τῶν συμβαινόντων, ὑμᾶς δὲ φιλεῖ πατρὸς γνησιώτερον, καὶ οὕτω φιλεῖ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι, οὐ χρὴ δεδοικέναι. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ' ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ αὐτοὺς ἐνδείξηται. Εἰ τοίνυν καὶ οἶδε πάντα τὰ γινόμενα, καὶ δύναται σώζειν ὑμᾶς, καὶ βούλεται, ὅσα ἂν πάθητε, μὴ νομίσητε ἐγκαταλιμπανόμενοι πάσχειν. Οὐδὲ γὰρ ἀπαλλάξαι ὑμᾶς βούλεται τῶν δεινῶν, ἀλλὰ πεῖσαι καταφρονεῖν τῶν δεινῶν· ἐπειδὴ τοῦτο μάλιστα ἀπαλλαγὴ τῶν δεινῶν. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Ὁρᾷς ἤδη τὸν φόβον αὐτῶν κρατήσαντα; Καὶ γὰρ ᾔδει τὰ ἀπόῤῥητα τῆς διανοίας· διὰ τοῦτο ἐπήγαγε, Μὴ οὖν φοβεῖσθε αὐτούς. Κἂν γὰρ κρατήσωσι, τοῦ καταδεεστέρου κρατήσουσι, τοῦ σώματος λέγω· ὃ κἂν μὴ οὗτοι ἀποκτείνωσιν, ἡ φύσις λαβοῦσα ἄπεισι πάντως. γʹ. Ὥστε οὐδὲ τούτου οὗτοι γεγόνασι κύριοι, ἀλλ' ἀπὸ τῆς φύσεως αὐτὸ ἔχουσιν. Εἰ δὲ τοῦτο δέδοικας, πολλῷ μᾶλλον τὸ μεῖζον δεδοικέναι χρὴ, καὶ φοβεῖσθαι τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ ἀπολέσαι. Καὶ οὐ λέγει φανερῶς ἑαυτὸν νῦν εἶναι τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι· δι' ὧν δὲ ἔμπροσθεν ἀπέφηνε κριτὴν ἑαυτὸν ὄντα, ἐδήλωσεν. Ἀλλὰ νῦν τοὐναντίον γίνεται Τὸν μὲν γὰρ δυνάμενον ψυχὴν ἀπολέσαι, τουτέστι, κολάσαι, οὐ φοβούμεθα· τοὺς δὲ τὸ σῶμα ἀναιροῦντας πεφρίκαμεν. Καίτοιγε ὁ μὲν μετὰ τῆς ψυχῆς καὶ τὸ σῶμα τιμωρεῖται· οἱ δὲ οὐ μόνον τὴν ψυχὴν, ἀλλ' οὐδὲ τὸ σῶμα κολάσαι δύνανται, κἂν μυριάκις κολάσωσιν. ἀλλὰ λαμπρότερον μᾶλλον οὕτω ποιοῦσιν αὐτό. Εἶδες πῶς δείκνυσι τοὺς ἀγῶνας εὐχερεῖς; Καὶ γὰρ σφόδρα ὁ θάνατος κατέσειεν αὐτῶν τὴν ψυχὴν, φοβερὸν τέως ἐμπνέων, τῷ μηδέπω γεγενῆσθαι εὐκαταγώνιστος, μηδὲ τοὺς μέλλοντας αὐτοῦ καταφρονεῖν τῆς τοῦ Πνεύματος ἀπολελαυκέναι χάριτος. Ἐκβαλὼν τοίνυν τὸν φόβον καὶ τὴν ἀγωνίαν τὴν κατασείουσαν αὐτῶν τὴν ψυχὴν, καὶ διὰ τῶν ἑξῆς παραθαῤῥύνει πάλιν, φόβῳ φόβον ἐκβάλλων, καὶ οὐ φόβῳ μόνον, ἀλλὰ καὶ ἐπάθλων ἐλπίδι μεγάλων· καὶ μετὰ πολλῆς ἀπειλεῖ τῆς ἐξουσίας, ἑκατέρωθεν αὐτοὺς προτρέπων εἰς τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν, καὶ ἐπάγει λέγων· Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· ὃς δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γὰρ ἀπὸ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐναντίων ὠθεῖ, καὶ εἰς τὰ σκυθρωπὰ καταλήγει. Καὶ σκόπει τὴν ἀκρίβειαν. Οὐκ εἶπεν, Ἐμὲ, ἀλλ', Ἐν ἐμοὶ, δεικνὺς ὅτι οὐκ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν βοηθούμενος χάριτι ὁμολογεῖ ὁ ὁμολογῶν. Περὶ δὲ τοῦ ἀρνουμένου οὐκ εἶπεν, 57.402 Ἐν ἐμοὶ, ἀλλ', Ἐμέ· ἔρημος γὰρ γενόμενος τῆς δωρεᾶς, οὕτως ἀρνεῖται. Τίνος οὖν ἕνεκεν ἐγκαλεῖται, φησὶν, εἰ ἐγκαταλειφθεὶς ἀρνεῖται; Ὅτι τὸ ἐγκαταλειφθῆναι παρ' αὐτὸν γίνεται τὸν