234
ἐλυμήναντο τὴν εὐμορφίαν. Ἐννόησον πῶς ἐρυθραίνει πρόσωπον λευκὸν ὂν, καὶ τῇ τοῦ χρώματος ποικιλίᾳ πολλὴν ἐργάζεται τὴν ἡδονὴν, ὅταν αἰσχύνεσθαι δέῃ καὶ ἐρυθριᾷν· ὥσπερ οὖν ἐὰν ἀναίσχυντος ᾖ, θηρίου παντὸς ἀηδεστέραν τὴν ὄψιν ἐργάζεται. Οὐδὲν γὰρ ψυχῆς καλῆς ὡραιότερον, οὐδὲν ἥδιον. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων, μετὰ ἀλγηδόνος ὁ πόθος· ἐπὶ δὲ τῶν ψυχῶν, καθαρὰ καὶ ἀκύμαντος ἡ ἡδονή. Τί τοίνυν τὸν βασιλέα ἀφεὶς, πρὸς τὸν κήρυκα ἐπτόησαι; τί τὸν φιλόσοφον καταλιπὼν, κέχηνας πρὸς τὸν ἑρμηνέα; Εἶδες καλὸν ὀφθαλμόν; κατάμαθε τὸν ἔνδον· κἂν μὴ ᾖ καλὸς ἐκεῖνος, καταφρόνησον καὶ τούτου. Οὐδὲ γὰρ εἰ γυναῖκα εἶδες ἄμορφον προσωπεῖον περικειμένην καλὸν, ἔπαθες ἄν τι πρὸς αὐτήν· ὥσπερ οὖν οὐδὲ εὐειδῆ καὶ καλὴν ἠνέσχου ἂν κρύπτεσθαι τῷ προσωπείῳ, ἀλλὰ περιελὼν αὐτὸ, γυμνὴν ἂν ἠθέλησας τὴν ὥραν ἰδεῖν. Τοῦτο δὴ καὶ ἐπὶ τῆς ψυχῆς ποίει, καὶ αὐτὴν καταμάνθανε πρώτην· ἐν προσωπείου γὰρ χώρᾳ αὕτη τὸ σῶμα περίκειται· διὸ καὶ μένει τοιοῦτον οἷόν ἐστιν· ἐκείνη δὲ κἂν ἄμορφος ᾖ, ταχέως δύναται γενέσθαι καλή. Κἂν ὀφθαλμὸν ἔχῃ δυσειδῆ καὶ τραχὺν καὶ σκληρὸν, δύναται γενέσθαι καλὸς, ἥμερος, γαληνὸς, μειλίχιος, προσηνής. Ταύτην τοίνυν τὴν εὐμορφίαν ζητῶμεν, ταύτην καλλωπίζωμεν τὴν ὄψιν, ἵνα καὶ ὁ Θεὸς ἐπιθυμήσας τοῦ κάλλους ἡμῶν, μεταδῷ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.405 ΟΜΙΛΙΑ ΛΕʹ. Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ
ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
αʹ. Πάλιν τὰ φορτικώτερα τίθησι καὶ μετὰ πολλῆς τῆς περιουσίας· καὶ ὅπερ ἔμελλον ἀνθυποφέρειν, τοῦτο προλέγει. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες λέγωσι· ∆ιὰ τοῦτο οὖν παραγέγονας, ὥστε καὶ ἡμᾶς ἀνελεῖν καὶ τοὺς ἡμῖν πειθομένους, καὶ πολέμου τὴν γῆν ἐμπλῆσαι; πρότερον αὐτός φησιν· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Πῶς οὖν αὐτοῖς ἐπέταξεν εἰς ἑκάστην οἰκίαν εἰσιοῦσιν εἰρήνην ἐπιλέγειν; πῶς δὲ καὶ οἱ ἄγγελοι ἔλεγον, ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη; πῶς δὲ καὶ οἱ προφῆται πάντες τοῦτο εὐηγγελίζοντο; Ὅτι τοῦτο μάλιστα εἰρήνη, ὅταν τὸ νενοσηκὸς ἀποτέμνηται, ὅταν τὸ στασιάζον χωρίζηται. Οὕτω γὰρ δυνατὸν τὸν οὐρανὸν τῇ γῇ συναφθῆναι. Ἐπεὶ καὶ ἰατρὸς οὕτω τὸ λοιπὸν διασώζει σῶμα, ὅταν τὸ ἀνιάτως ἔχον ἐκτέμῃ· καὶ στρατηγὸς, ὅταν κακῶς ὁμονοοῦντας εἰς διάστασιν ἀγάγῃ. Οὕτω καὶ ἐπὶ τοῦ πύργου γέγονεν ἐκείνου· τὴν γὰρ κακὴν εἰρήνην ἡ καλὴ διαφωνία ἔλυσε, καὶ ἐποίησεν εἰρήνην. Οὕτω καὶ Παῦλος τοὺς κατ' αὐτοῦ συμφωνοῦντας διέσχισεν. Ἐπὶ δὲ τοῦ Ναβουθὲ πολέμου παντὸς τότε ἡ συμφωνία ἐκείνη χαλεπωτέρα γέγονεν. Οὐ γὰρ πανταχοῦ ὁμόνοια καλόν· ἐπεὶ καὶ λῃσταὶ συμφωνοῦσιν. Οὐκ ἄρα οὖν τῆς αὐτοῦ προθέσεως τὸ ἔργον, ἀλλὰ τῆς ἐκείνων γνώμης ὁ πόλεμος. Αὐτὸς μὲν γὰρ ἐβούλετο πάντας ὁμονοεῖν εἰς τὸν τῆς εὐσεβείας λόγον· ἐπειδὴ δὲ ἐκεῖνοι διεστασίαζον, πόλεμος γίνεται. Ἀλλ' οὐκ εἶπεν οὕτως· ἀλλὰ τί φησιν; Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἐκείνους παραμυθούμενος. Μὴ γὰρ νομίσητε, φησὶν, ὅτι ὑμεῖς αἴτιοι τούτων· ἐγώ εἰμι ὁ ταῦτα κατασκευάζων, ἐπειδὴ οὕτω διάκεινται. Μὴ τοίνυν θορυβεῖσθε, ὡς παρὰ προσδοκίαν τῶν πραγμάτων γινομένων. ∆ιὰ τοῦτο ἦλθον, ὥστε πόλεμον ἐμβαλεῖν· τοῦτο γὰρ ἐμόν ἐστι τὸ θέλημα. Μὴ τοίνυν θορυβεῖσθε πολεμουμένης, ὡς ἐπιβουλευομένης τῆς γῆς. Ὅταν γὰρ ἀποσχισθῇ τὸ χεῖρον, τότε λοιπὸν τῷ κρείττονι συνάπτεται ὁ οὐρανός. Ταῦτα δὲ λέγει, πρὸς τὴν πονηρὰν ὑπόνοιαν τῶν πολλῶν αὐτοὺς ἀλείφων. Καὶ οὐκ εἶπε, Πόλεμον, ἀλλ' ὃ τούτου χαλεπώτερον ἦν, Μάχαιραν. Εἰ δὲ φορτικώτερον εἴρηται ταῦτα καὶ κακεμφάτως, μὴ θαυμάσῃς. Βουλόμενος γὰρ αὐτῶν γυμνάσαι τῇ