236
τοὺς εἰδωλολατροῦντας οὐχὶ μισεῖν μόνον, ἀλλὰ καὶ λιθάσαι κελεύει, καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ τούτους θαυμά 57.407 ζων φησίν· Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἔγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγιά σου. Εἰ δὲ ὁ Παῦλος πολλὰ περὶ γονέων διατάττεται, πάντα αὐτοῖς ὑπακούειν κελεύων, μὴ θαυμάσῃς· εἰς ἐκεῖνα γὰρ μόνον φησὶν ὑπακούειν, ὅσα μὴ παραβλάπτει τὴν εὐσέβειαν. Καὶ γὰρ ὅσιον τὴν ἄλλην αὐτοῖς ἅπασαν ἀποδιδόναι τιμήν· ὅταν δὲ πλέον τῆς ὀφειλομένης ἀπαιτῶσιν, οὐ δεῖ πείθεσθαι. ∆ιὰ τοῦτο ὁ Λουκᾶς φησιν· Εἰ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ψυχὴν τὴν ἑαυτοῦ, οὐ δύναταί μου μαθητὴς εἶναι· οὐχ ἁπλῶς μισῆσαι κελεύων, ἐπεὶ τοῦτο καὶ σφόδρα παράνομον, ἀλλ' Ὅταν βούληται πλέον ἐμοῦ φιλεῖσθαι, μίσησον αὐτὸν κατὰ τοῦτο. Τοῦτο γὰρ καὶ αὐτὸν τὸν φιλούμενον καὶ τὸν φιλοῦντα ἀπόλλυσι. βʹ. Ταῦτα δὲ ἔλεγε, καὶ τοὺς παῖδας ἀνδρειοτέρους ἐργαζόμενος, καὶ τοὺς πατέρας τοὺς μέλλοντας κωλύειν πραοτέρους ποιῶν. Ὁρῶντες γὰρ, ὅτι τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν, ὡς ἀποσχίζειν αὐτῶν τὰ τέκνα, ἅτε ἀδυνάτοις ἐπιχειροῦντες, καὶ ἀφίστασθαι ἔμελλον. ∆ιὸ καὶ τούτους ἀφεὶς, πρὸς ἐκείνους ποιεῖται τὸν λόγον, τούτους παιδεύων μὴ ἐπιχειρεῖν, ἅτε ἀμηχάνοις ἐπιχειροῦντας. Εἶτα ἵνα μὴ ἀγανακτῶσιν ἐκεῖνοι, μηδὲ δυσχεραίνωσιν, ὅρα ποῦ προάγει τὸν λόγον. Εἰπὼν γὰρ, Ὃς οὐ μισεῖ πατέρα καὶ μητέρα, ἐπήγαγε, Καὶ τὴν ἑαυτοῦ ψυχήν. Τί γάρ μοι λέγεις τοὺς γεγεννηκότας, φησὶ, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ γυναῖκα; Ψυχῆς οὐδὲν οἰκειότερον οὐδενί· ἀλλ' ὅμως ἐὰν μὴ καὶ ταύτην μισήσῃς, τἀναντία τοῦ φιλοῦντος ὑποστήσῃ πάντα. Καὶ οὐδὲ ἁπλῶς αὐτὴν μισῆσαι ἐκέλευσεν, ἀλλ' ὥστε καὶ εἰς πόλεμον καὶ εἰς μάχας αὐτὴν ἐκδιδόναι, καὶ εἰς σφαγὰς καὶ αἵματα. Ὃς γὰρ οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου μαθητὴς εἶναι. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι πρὸς θάνατον δεῖ παρατετάχθαι, ἀλλ' ὅτι καὶ πρὸς θάνατον βίαιον· καὶ οὐ πρὸς βίαιον μόνον, ἀλλὰ καὶ ἐπονείδιστον. Καὶ οὐδὲν οὐδέπω περὶ τοῦ οἰκείου διαλέγεται πάθους, ἵνα τέως ἐν τούτοις παιδευθέντες εὐκολώτερον τὸν περὶ ἐκείνου δέξωνται λόγον. Ἆρα οὐκ ἄξιον ἐκπλαγῆναι, πῶς ταῦτα ἀκουόντων αὐτῶν οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πανταχοῦ τῶν μὲν λυπηρῶν ἐν χερσὶν ὄντων, τῶν δὲ χρηστῶν ἐν ἐλπίσι; Πῶς οὖν οὐκ ἀπέπτη; Πολλὴ καὶ ἡ τοῦ λέγοντος δύναμις ἦν, καὶ ἡ τῶν ἀκουόντων ἀγάπη. ∆ιὸ πολλῷ φορτικώτερα καὶ ἐπαχθέστερα τῶν μεγάλων ἐκείνων ἀκούοντες ἀνδρῶν τῶν περὶ Μωϋσέα καὶ Ἱερεμίαν, ἔμενον πειθόμενοι καὶ οὐδὲν ἀντιλέγοντες. Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἀπολέσει αὐτὴν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Εἶδες πόσον τῶν παρὰ τὸ δέον φιλούντων τὸ βλάβος; πόσον τῶν μισούντων τὸ κέρδος; Ἐπειδὴ γὰρ τὰ ἐπιτάγματα φορτικὰ ἦν, πρὸς γονέας, καὶ παῖδας, καὶ φύσιν, καὶ συγγένειαν, καὶ τὴν οἰκουμένην, καὶ πρὸς αὐτὴν τὴν ψυχὴν κελεύοντος αὐτοὺς παρατάττεσθαι, τίθησι καὶ τὸ ὄφελος, μέγιστον ὄν. Οὐ γὰρ δὴ μόνον οὐ βλάψει, φησὶ, ταῦτα, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, τἀναντία δὲ παραβλάψει· ὅπερ πανταχοῦ ποιεῖ, ἀφ' ὧν ἐπιθυμοῦσιν, ἀπὸ τούτων ἐνάγων. 57.408 ∆ιατί γὰρ οὐ βούλει καταφρονῆσαί σου τῆς ψυχῆς; Ἐπειδὴ φιλεῖς αὐτήν; Οὐκοῦν διὰ τοῦτο καταφρόνησον, καὶ τότε αὐτὴν τὰ μέγιστα ὀνήσεις, καὶ τὰ τοῦ φιλοῦντος ἐπιδείξῃ. Καὶ σκόπει σύνεσιν ἄφατον. Οὐ γὰρ ἐπὶ τῶν γονέων μόνον γυμνάζει τὸν λόγον τοῦτον, οὐδὲ ἐπὶ τῶν παίδων, ἀλλ' ἐπὶ τῆς πάντων οἰκειοτέρας ψυχῆς, ἵνα ἐκεῖνο ἐντεῦθεν ἀναμφισβήτητον γένηται, καὶ μάθωσιν ὅτι καὶ ἐκείνους οὕτω τὰ μέγιστα ὠφελήσουσι, ὅπου γε καὶ ἐπὶ τῆς πάντων ἀναγκαιοτέρας ψυχῆς τοῦτο συμβαίνει. Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πεῖσαι δέχεσθαι τοὺς μέλλοντας αὐτοὺς θεραπεύειν. Τίς γὰρ τοὺς οὕτω γενναίους καὶ ἀριστέας, καὶ καθάπερ λέοντας τὴν οἰκουμένην περιτρέχοντας, καὶ πάντων καταφρονοῦντας τῶν καθ' ἑαυτοὺς, ἵνα ἕτεροι σωθῶσιν, οὐκ ἂν ἐδέξατο προθυμίᾳ πάσῃ; Ἀλλ' ὅμως καὶ