239
βούλει δοῦναι, τί καὶ πλήττεις; εἰ μὴ βούλει χαρίσασθαι, τίνος ἕνεκεν καὶ ὑβρίζεις; Ἀλλ' οὐκ ἀνέχεται ἀποστῆναι ἑτέρως. Οὐκοῦν ὡς ἐκέλευσεν ὁ σοφὸς ἐκεῖνος, οὕτω ποίησον· Ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. Οὐδὲ γὰρ ἑκὼν τοσαῦτα ἀναισχυντεῖ. Οὐδὲ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνθρωπος βουλόμενος ἁπλῶς καταισχύνεσθαι· κἂν μυρία τινὲς φιλονεικήσωσιν, οὐκ ἂν ἀνασχοίμην ἐγὼ πεισθῆναί ποτε, ὅτι ἄνθρωπος ἐν ἀφθονίᾳ ζῶν ἕλοιτο ἂν ἐπαιτεῖν. Μηδεὶς τοίνυν ἡμᾶς παραλογιζέσθω. Ἀλλὰ κἂν λέγῃ Παῦλος· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, πρὸς ἐκείνους λέγει· πρὸς δὲ ἡμᾶς οὐ τοῦτο λέγει, ἀλλὰ τοὐναντίον· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Οὕτω καὶ ἐν οἰκίᾳ ποιοῦμεν ἡμεῖς· ὅταν δύο τινὲς μάχωνται πρὸς ἀλλήλους, κατ' ἰδίαν ἕκαστον λαβόντες τἀναντία παραινοῦμεν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε, καὶ Μωϋσῆς. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν 57.411 ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον· αὐτοῖς δὲ ἐκέλευε κατασφάττειν ἀλλήλους καὶ τοὺς προσήκοντας ἅπαντας. Καίτοι ταῦτα ἐναντία ἐστὶν, ἀλλ' ὅμως εἰς ἓν ἀμφότερα ἔβλεπε τέλος. Πάλιν ὁ Θεὸς τῷ μὲν Μωϋσεῖ, Ἰουδαίων ἀκουόντων, ἔλεγεν· Ἄφες με, καὶ ἐκτρίψω τὸν λαὸν (εἰ γὰρ καὶ μὴ παρῆσαν, ταῦτα λέγοντος τοῦ Θεοῦ, ἀλλ' ἔμελλον αὐτὰ ἀκούσεσθαι ὕστερον)· κατ' ἰδίαν δὲ τἀναντία τούτων αὐτῷ παραινεῖ. Καὶ ταῦτα Μωϋσῆς ἀναγκασθεὶς ὕστερον ἐξελάλησεν, οὕτω λέγων· Μὴ γὰρ ἐγὼ αὐτοὺς ἐν γαστρὶ ἔλαβον, ὅτι λέγεις μοι, Ἆρον αὐτοὺς, ὡς ἂν ἄρῃ τιθηνὸς τὸν θηλάζοντα εἰς τὸν κόλπον αὐτῆς; Ταῦτα καὶ ἐν οἰκίαις γίνεται· καὶ πολλάκις πατὴρ τῷ μὲν παιδαγωγῷ τὸν παῖδα ὑβρίσαντι κατ' ἰδίαν ἐπιτιμᾷ λέγων· Μὴ ἔσο τραχὺς, μηδὲ σκληρός· τῷ δὲ νέῳ τὰ ἐναντία λέγει· Κἂν ἀδίκως ὑβρίζῃ, φέρε· ἀπὸ τῶν ἐναντίων ἕν τι χρήσιμον συνάγων. Οὕτω καὶ Παῦλος, τοῖς μὲν ὑγιαίνουσι καὶ προσαιτοῦσιν ἔλεγεν· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἵνα αὐτοὺς εἰς ἔργον ἐμβάλῃ· τοῖς δὲ ἐλεεῖν δυναμένοις· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε, ἵνα αὐτοὺς εἰς ἐλεημοσύνην ἀγάγῃ. Οὕτω καὶ ἡνίκα τοῖς ἐξ ἐθνῶν παρῄνει ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μὴ ὑψηλοφρονεῖν κατὰ τῶν Ἰουδαίων, καὶ τὴν ἀγριελαίαν παρήγαγεν εἰς μέσον, καὶ ἄλλα μὲν τούτοις, ἄλλα δὲ ἐκείνοις φαίνεται λέγων. Μὴ τοίνυν εἰς ὠμότητα ἐκπέσωμεν, ἀλλ' ἀκούσωμεν Παύλου λέγοντος· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε· ἀκούσωμεν τοῦ ∆εσπότου λέγοντος· Παντὶ τῷ αἰτοῦντί σε δίδου· καὶ, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν. Καίτοι πολλὰ εἰπὼν, οὐδαμοῦ τοῦτο τέθεικεν, ἀλλ' ἐπὶ τῶν οἰκτιρμῶν μόνον. Οὐδὲν γὰρ ἡμᾶς ἴσους Θεῷ ποιεῖ, ὡς τὸ εὐεργετεῖν. εʹ. Ἀλλ' οὐδὲν ἀναιδέστερον, φησὶ, πένητος. ∆ιατί; παρακαλῶ· ὅτι ἐπιτρέχων καταβοᾷ; Βούλει οὖν δείξω, ὅτι ἐκείνων ἡμεῖς ἐσμεν ἀναισχυντότεροι, καὶ σφόδρα ἀναιδεῖς; Ἀναμνήσθητί μοι νῦν ἐν καιρῷ τῆς νηστείας, ποσάκις τραπέζης παρακειμένης ἐν ἑσπέρᾳ, τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας, λακτίζων, ὑβρίζων, λοιδορούμενος, ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς· καίτοι σφόδρα εἰδὼς, ὅτι κἂν μὴ εὐθέως, ἀλλὰ μικρὸν ὕστερον ἀπολαύσῃ τῆς ἐδωδῆς. Εἶτα σαυτὸν μὲν ὑπὲρ τοῦ μηδενὸς ἐκθηριούμενον οὐ καλεῖς ἀναίσχυντον, τὸν δὲ πένητα τὸν ὑπὲρ τῶν μειζόνων δεδοικότα καὶ τρέμοντα (οὐδὲ γὰρ περὶ μελλήσεως, ἀλλὰ περὶ λιμοῦ πᾶς ὁ φόβος αὐτῷ), τοῦτον καὶ ἰταμὸν, καὶ ἀναιδῆ, καὶ ἀναίσχυντον, καὶ πάντα προσερεῖς τὰ αἴσχιστα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ἀναισχυντίας; Ἀλλ' οὐκ ἐννοοῦμεν ταῦτα· διὰ τοῦτο ἐκείνους ἐπαχθεῖς εἶναι νομίζομεν· ὡς εἴ γε τὰ ἡμέτερα ἐξητάζομεν καὶ παρεβάλλομεν τοῖς ἐκείνων, οὐκ ἂν αὐτοὺς ἐνομίσαμεν εἶναι φορτικούς. Μὴ δὴ γίνου πικρὸς δικαστής. Καὶ γὰρ εἰ πάντων ἁμαρτημάτων ἦς ἀπηλλαγμένος, οὐδὲ οὕτω σοι ἐπέτρεπεν ὁ τοῦ Θεοῦ νόμος ἀκριβῆ γενέσθαι ἐξεταστὴν τῶν ἀλλοτρίων. Εἰ γὰρ ὁ Φαρισαῖος διὰ τοῦτο ἀπώλετο, ποίας τευξόμεθα ἀπολογίας ἡμεῖς; Εἰ τοῖς κατωρθωκόσιν οὐκ ἐπιτρέπει πικρῶς ἐξετάζειν τὰ ἑτέρων, πολλῷ μᾶλλον τοῖς ἐπταικόσι. Μὴ τοίνυν ὠμοὶ, μηδὲ ἀπηνεῖς, μὴ ἄστοργοι, μὴ ἄσπονδοι, μὴ θηρίων