241
δεσμωτηρίῳ τὰ ἔργα τοῦ Ἰησοῦ, πέμψας δύο τῶν μαθητῶν, ἠρώτα αὐτὸν λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ δὲ Λουκᾶς φησιν, ὅτι καὶ αὐτοὶ ἀπήγγειλαν τὰ σημεῖα τῷ Ἰωάννῃ, καὶ τότε ἔπεμψεν αὐτούς. Πλὴν ἀλλὰ τοῦτο μὲν ἀπορίαν οὐδεμίαν ἔχει, ἀλλὰ θεωρίαν μόνον· τὴν γὰρ ζηλοτυπίαν αὐτῶν ἐμφαίνει καὶ τοῦτο τὴν πρὸς αὐτόν· τὸ δὲ ἑξῆς σφόδρα ἐστὶ τῶν ζητουμένων. Ποῖον δὴ τοῦτο; Τὸ εἰπεῖν, Σὺ εἰ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ γὰρ πρὸ τῶν σημείων εἰδὼς αὐτὸν, ὁ παρὰ τοῦ Πνεύματος μαθὼν, ὁ παρὰ τοῦ Πατρὸς ἀκούσας, ὁ ἐπὶ πάντων ἀνακηρύξας, νῦν πέμπει παρ' αὐτοῦ μαθησόμενος εἴτε αὐτὸς εἴη, εἴτε μή; Καίτοι εἰ μὴ οἶδας ὅτι αὐτός ἐστι σαφῶς, πῶς σαυτὸν ἀξιόπιστον εἶναι νομίζεις, ἀποφαινόμενος ὑπὲρ τῶν ἀγνοουμένων; Τὸν γὰρ ἑτέροις μαρτυρήσοντα. πρότερον αὐτὸν ἀξιόπιστον εἶναι δεῖ. Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος; Οὐ σὺ ἔλεγες, ὅτι Οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὂν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ; Οὐκ εἶδες τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς; οὐχὶ τῆς φωνῆς ἤκουσας; Οὐχὶ διεκώλυες αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Οὐχὶ καὶ τοῖς μαθηταῖς ἔλεγες, Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι; Οὐχὶ τὸν δῆμον ἐδίδασκες ἅπαντα, ὅτι αὐτὸς αὐτοὺς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; καὶ ὅτι αὐτός ἐστιν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Οὐχὶ πρὸ τῶν σημείων ταῦτα πάντα καὶ τῶν θαυμάτων ἀνεκήρυξας; Πῶς οὖν νῦν, ὅτε δῆλος πᾶσιν ἐγένετο, καὶ πανταχοῦ διῆλθεν αὐτοῦ ἡ φήμη, καὶ νεκροὶ ἠγέρθησαν, καὶ δαίμονες ἀπηλάθησαν, καὶ σημείων τοσούτων ἐπίδειξις γέγονε, τότε πέμπεις μανθάνων παρ' αὐτοῦ; Τί δὴ γέγονεν; ἀπάτη τις ἦν πάντα ἐκεῖνα τὰ ῥήματα, σκηνὴ καὶ μῦθοι; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Οὐ λέγω, Ἰωάννης, ὁ ἐν τῇ μήτρᾳ σκιρτήσας, ὁ πρὸ τῶν ὠδίνων αὐτὸν ἀνακηρύξας, ὁ τῆς ἐρήμου πολίτης, ὁ τὴν ἀγγελικὴν ἐπιδειξάμενος πολιτείαν· ἀλλ' εἰ καὶ τῶν πολλῶν εἷς ἦν, καὶ τῶν σφόδρα ἀπεῤῥιμμένων, οὐκ ἂν μετὰ τοσαύτας μαρτυρίας, καὶ τὰς παρ' ἑαυτοῦ καὶ τὰς παρ' ἑτέρων, ἀμφέβαλλεν. Ὅθεν δῆλον, ὅτι οὐδὲ αὐτὸς ἀμφισβητῶν ἔπεμπεν, οὐδὲ ἀγνοῶν ἠρώτα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι ᾔδει μὲν σαφῶς, διὰ δὲ τὸ δεσμωτήριον δειλότερος γέγονεν· οὐδὲ γὰρ ἀπαλλαγήσεσθαι ἐντεῦθεν προσεδόκα, οὐδὲ εἰ προσεδόκα, προὔδωκεν ἂν τὴν εὐσέβειαν ὁ πρὸς θανάτους παρατεταγμένος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ πρὸς τοῦτο ἦν παρεσκευασμένος, πρὸς δῆμον ὁλόκληρον, αἵματα μελετήσαντα ἐκχέειν προφητικὰ, τοσαύτην ἂν 57.414 ἐπεδείξατο τὴν ἀνδρείαν· οὐκ ἂν τὸν ὠμὸν τύραννον ἐκεῖνον μετὰ τοσαύτης ἂν ἤλεγξε τῆς παῤῥησίας ἐν μέσῃ πόλει καὶ ἀγορᾷ, καθάπερ παιδίῳ μικρῷ σφόδρα ἐπιτιμῶν, ἀκουόντων ἁπάντων. Εἰ δὲ καὶ δειλότερος γέγονε, πῶς τοὺς μαθητὰς οὐκ ᾐσχύνετο τοὺς ἑαυτοῦ, ἐφ' ὧν αὐτῷ τοσαῦτα ἐμαρτύρησεν, ἀλλὰ δι' αὐτῶν ἠρώτα, ὀφείλων δι' ἑτέρων; Καίτοιγε ᾔδει σαφῶς, ὅτι καὶ ἐζηλοτύπουν αὐτὸν, καὶ λαβήν τινα εὑρεῖν ἐπεθύμουν. Πῶς δὲ τὸν δῆμον τὸν Ἰουδαϊκὸν οὐκ ἠρυθρίασεν, ἐφ' οὗ τοσαῦτα ἐκήρυξε; Τί δὲ αὐτῷ καὶ εἰς τὴν ἀπαλλαγὴν τῶν δεσμῶν ἐντεῦθεν πλέον ἐγίνετο; Οὐδὲ γὰρ διὰ τὸν Χριστὸν ἦν ἐμβεβλημένος, οὐδὲ διὰ τὸ ἀνακηρῦξαι αὐτοῦ τὴν δύναμιν, ἀλλὰ διὰ τὸν ἔλεγχον τὸν ἐπὶ τῷ παρανόμῳ γάμῳ. Ποίου δὲ παιδίου ἀνοήτου, τίνος δὲ ἀνθρώπου μαινομένου οὐκ ἂν ἑαυτῷ δόξαν περιέθηκε; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον; Ὅτι μὲν γὰρ οὐκ ἔστιν Ἰωάννου τὸ ἀμφισβητῆσαι ταῦτα, ἀλλ' οὐδὲ τοῦ τυχόντος, οὐδὲ τοῦ σφόδρα ἀνοήτου καὶ παραπαίοντος, ἐκ τῶν εἰρημένων δῆλον· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τίνος οὖν ἕνεκεν ἔπεμψεν ἐρωτῶν; Ἀπεπήδων τοῦ Ἰησοῦ οἱ Ἰωάννου μαθηταί· καὶ τοῦτο παντί που δῆλόν ἐστι· καὶ ζηλοτύπως ἀεὶ πρὸς αὐτὸν εἶχον. Καὶ δῆλον ἐξ ὧν πρὸς τὸν ∆ιδάσκαλον ἔλεγον· Ὃς γὰρ ἦν, φησὶ, μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· καὶ πάλιν·