242
Ζήτησις ἐγένετο τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ· καὶ αὐτῷ πάλιν προσελθόντες ἔλεγον· ∆ιατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; βʹ. Οὔπω γὰρ ἦσαν εἰδότες, τίς ἦν ὁ Χριστὸς, ἀλλὰ τὸν μὲν Ἰησοῦν ἄνθρωπον ψιλὸν ὑποπτεύοντες, τὸν δὲ Ἰωάννην μείζονα ἢ κατὰ ἄνθρωπον, ἐδάκνοντο εὐδοκιμοῦντα τοῦτον ὁρῶντες, ἐκεῖνον δὲ, καθὼς εἶπε, λοιπὸν λήγοντα. Καὶ τοῦτο αὐτοὺς ἐκώλυε προσελθεῖν, τῆς ζηλοτυπίας διατειχιζούσης τὴν πρόσοδον. Ἕως μὲν οὖν ἦν Ἰωάννης μετ' αὐτῶν, παρεκάλει συνεχῶς καὶ ἐδίδασκε, καὶ οὐδὲ οὕτως ἔπειθεν· ἐπειδὴ δὲ λοιπὸν ἔμελλε τελευτᾷν, πλείονα ποιεῖται τὴν σπουδήν. Καὶ γὰρ ἐδεδοίκει μὴ καταλίπῃ πονηροῦ δόγματος ὑπόθεσιν, καὶ μείνωσιν ἀπεῤῥηγμένοι τοῦ Χριστοῦ. Αὐτὸς μὲν γὰρ ἐσπούδαζε καὶ παρὰ τὴν ἀρχὴν αὐτῷ προσαγαγεῖν ἅπαντας τοὺς αὐτοῦ· ἐπειδὴ δὲ οὐκ ἔπειθε, τελευτῶν λοιπὸν πλείονα ποιεῖται τὴν προθυμίαν. Εἰ μὲν οὖν εἶπεν, ὅτι Ἀπέλθετε πρὸς αὐτὸν, αὐτός μου βελτίων ἐστὶν, οὐκ ἂν ἔπεισε δυσαποσπάστως ἔχοντας· ἀλλὰ καὶ ἐνομίσθη μετριάζων ἂν ταῦτα λέγειν, καὶ μᾶλλον ἂν αὐτῷ προσηλώθησαν· εἰ δὲ ἐσίγησε, πάλιν οὐδὲν πλέον ἐγίνετο. Τί οὖν ποιεῖ; Ἀναμένει παρ' αὐτῶν ἀκοῦσαι, ὅτι θαύματα ἐργάζεται· καὶ οὐδὲ οὕτως αὐτοῖς παραινεῖ, οὐδὲ πάντας πέμπει, ἀλλὰ δύο τινὰς οὓς ᾔδει ἴσως τῶν ἄλλων εὐπειθεστέρους ὄντας, ἵνα ἀνύποπτος ἡ ἐρώτησις γένηται, ἵνα παρὰ τῶν πραγμάτων μάθωσι τὸ μέσον τοῦ Ἰησοῦ κἀκείνου· καί φησιν· Ἀπέλθετε καὶ εἴπατε· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ δὲ Χριστὸς τὴν γνώμην εἰδὼς τὴν Ἰωάννου, οὐκ εἶπεν, ὅτι Ἐγώ εἰμι· πάλιν γὰρ ἂν προσέστη τοῦτο τοῖς ἀκούουσι, καίτοι τοῦτο ἀκόλουθον ἦν εἰπεῖν· ἀλλὰ ἀπὸ τῶν πρα 57.415 γμάτων αὐτοὺς ἀφίησι μανθάνειν. Λέγει γὰρ, ὅτι προσελθόντων αὐτῷ τούτων, τότε ἐθεράπευσε πολλούς. Καίτοι ποία ἀκολουθία ἦν, ἐρωτηθέντα, Σὺ εἶ; πρὸς μὲν τοῦτο μηδὲν εἰπεῖν, θεραπεῦσαι δὲ εὐθέως τοὺς κακῶς ἔχοντας, εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, ὅπερ εἶπον ἐγώ; Καὶ γὰρ τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν πιστοτέραν καὶ μᾶλλον ἀνύποπτον εἶναι ἐνόμιζον τῆς ἀπὸ τῶν ῥημάτων. Εἰδὼς τοίνυν, ἅτε Θεὸς ὢν, τὴν διάνοιαν μεθ' ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, εὐθέως ἐθεράπευσε τυφλοὺς, χωλοὺς, καὶ ἑτέρους πολλοὺς, οὐκ ἐκεῖνον διδάσκων, (πῶς γὰρ τὸν πεπεισμένον;) ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας· καὶ θεραπεύσας φησί· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· Τυφλοὶ ἀναβλέπουσι, καὶ χωλοὶ περιπατοῦσι, καὶ λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι, καὶ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ προσέθηκε· Καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί· δεικνὺς ὅτι καὶ τὰ ἀπόῤῥητα αὐτῶν οἶδεν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι, καὶ προσέστη ἂν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο αὐτοῖς, καὶ ἐνενόησαν ἂν, εἰ καὶ μὴ εἶπον, ὅπερ Ἰουδαῖοι πρὸς αὐτὸν ἔλεγον· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς. ∆ιὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει τοῦτο, ἀπὸ δὲ τῶν θαυμάτων ἀφίησιν αὐτοὺς πάντα μαθεῖν, ἀνύποπτον τὴν διδασκαλίαν ποιούμενος καὶ σαφεστέραν. ∆ιὰ τοῦτο καὶ τὸν ἔλεγχον αὐτῶν λανθανόντως ἐπήγαγεν. Ἐπειδὴ γὰρ ἐσκανδαλίζοντο ἐν αὐτῷ, τὸ πάθος αὐτῶν ἀνακηρύξας, καὶ τῷ συνειδότι αὐτῶν μόνῳ τοῦτο καταλιπὼν, καὶ οὐδένα μάρτυρα τῆς κακηγορίας ταύτης ποιησάμενος, ἀλλ' ἢ μόνους ἐκείνους τοὺς ταῦτα ἐπισταμένους, μειζόνως αὐτοὺς καὶ ταύτῃ ἐπεσπάσατο, εἰπών· Μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Καὶ γὰρ αὐτοὺς αἰνιττόμενος ταῦτα ἔλεγεν. Ἵνα δὲ μὴ τὰ παρ' ἡμῶν εἰρημένα μόνον, ἀλλὰ καὶ τὰ παρ' ἑτέρων λεγόμενα θέντες εἰς μέσον, σαφεστέραν ὑμῖν ἐκ τῆς παραθέσεως τῶν λεγομένων ποιήσωμεν τὴν ἀλήθειαν, ἀναγκαῖον κἀκεῖνα εἰπεῖν. Τί οὖν φασί τινες; Ὅτι οὐχ αὕτη ἐστὶν ἡ αἰτία ἡ παρ' ἡμῶν εἰρημένη, ἀλλ' ἠγνόει ὁ Ἰωάννης, ἠγνόει δὲ οὐ τὸ πᾶν· ἀλλ' ὅτι μὲν αὐτὸς ἦν ὁ Χριστὸς, ᾔδει, εἰ δὲ καὶ ὑπὲρ ἀνθρώπων ἔμελλε τελευτᾷν, οὐκ ᾔδει· διὰ τοῦτο εἶπε, Σὺ εἶ ὁ ἐρχόμενος; τουτέστιν, ὁ εἰς τὸν ᾅδην μέλλων καταβαίνειν. Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον· ὁ γὰρ Ἰωάννης οὐδὲ τοῦτο ἠγνόει. Τοῦτο γοῦν καὶ πρὸ τῶν ἄλλων