243
ἐκήρυσσε, καὶ πρῶτον τοῦτο ἐμαρτύρησεν. Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸν δὲ ἐκάλεσε, τὸν σταυρὸν ἀνακηρύττων· καὶ τῷ εἰπεῖν δὲ, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὸ αὐτὸ τοῦτο ἐδήλωσεν. Οὐ γὰρ ἑτέρως, ἀλλ' ἢ διὰ τοῦ σταυροῦ τοῦτο εἰργάσατο· ὃ καὶ Παῦλος ἔλεγε· Καὶ τὸ χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Καὶ τὸ λέγειν δὲ, ὅτι Ἐν Πνεύματι βαπτίσει ὑμᾶς, τὰ μετὰ τὴν ἀνάστασιν προφητεύσαντος ἦν. Ἀλλ' ὅτι μὲν ἀναστήσεται, φησὶν, ᾔδει, καὶ δώσει Πνεῦμα ἅγιον· ὅτι δὲ καὶ σταυρωθήσεται, οὐκ ᾔδει. Πῶς οὖν ἔμελλεν ἀνίστασθαι ὁ μὴ παθὼν, μηδὲ σταυρωθείς; πῶς δὲ μείζων προφήτου οὗτος, ὁ μηδὲ τὰ τῶν προφητῶν ἐπιστάμενος; γʹ. Ὅτι γὰρ μείζων προφήτου ἦν, καὶ αὐτὸς ὁ Χρι 57.416 στὸς ἐμαρτύρησεν· ὅτι δὲ οἱ προφῆται τὸ πάθος ᾔδεσαν, παντί που δῆλόν ἐστι. Καὶ γὰρ Ἡσαΐας φησίν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πρὸ τῆς μαρτυρίας δὲ ταύτης φησίν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Εἶτα τὸ πάθος λέγων καὶ τὴν ἀπ' αὐτοῦ δόξαν ἐπήγαγε· Καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Οὐ μόνον δὲ ὅτι σταυρωθήσεται προὔλεγεν οὗτος, ἀλλὰ καὶ μετὰ τίνων· Καὶ γὰρ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, φησί. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' ὅτι οὐδὲ ἀπολογήσεται· Οὗτος γὰρ, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι ἀδίκως κατακριθήσεται· Ἐν τῇ ταπεινώσει γὰρ αὐτοῦ, φησὶν, ἡ κρίσις αὐτοῦ ἤρθη. Καὶ πρὸ τούτου δὲ ὁ ∆αυῒδ καὶ τοῦτο λέγει, καὶ τὸ δικαστήριον ὑπογράφει. Ἵνα τί γὰρ, φησὶν, ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ἀλλαχοῦ δὲ καὶ τὸν τύπον λέγει τοῦ σταυροῦ, οὕτω λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ τὰ παρὰ τῶν στρατιωτῶν τολμηθέντα προστίθησι μετὰ πάσης ἀκριβείας· ∆ιεμερίσαντο γὰρ, φησὶ, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ἀλλαχοῦ δὲ ὅτι καὶ ὄξος προσήνεγκαν αὐτῷ λέγει· Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἶτα οἱ μὲν προφῆται πρὸ τοσούτων ἐτῶν καὶ τὸ δικαστήριον, καὶ τὴν καταδίκην, καὶ τοὺς συσταυρωθέντας μετ' αὐτοῦ λέγουσι, καὶ τῶν ἱματίων τὴν διανομὴν, καὶ τὸν ἐπ' αὐτῶν κλῆρον, καὶ πολλῷ πλείονα ἕτερα· οὐδὲ γὰρ πάντα ἀναγκαῖον παρατιθέναι νῦν, ὥστε μὴ μακρὸν ποιῆσαι τὸν λόγον· οὗτος δὲ ὁ μείζων ἐκείνων ἁπάντων, ἅπαντα ταῦτα ἠγνόει; Καὶ πῶς ἂν ἔχοι λόγον; Τίνος δὲ ἕνεκεν οὐκ ἔλεγε, Σὺ εἶ ὁ ἐρχόμενος εἰς τὸν ᾅδην; ἀλλ' ἁπλῶς, Ὁ ἐρχόμενος; Καίτοι πολλῷ καταγελαστότερον τούτου ἐκεῖνο ἂν εἴη· φασὶ γάρ· ∆ιὰ τοῦτο ταῦτα ἔλεγεν, ἵνα κἀκεῖ ἀπελθὼν κηρύξῃ. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Ὁ μὲν γὰρ παρὼν βίος πολιτείας ἐστὶ καιρός· μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Πῶς οὖν συνετρίβησαν πύλαι χαλκαῖ, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν; ∆ιὰ τοῦ σώματος τοῦ αὐτοῦ. Τότε γὰρ πρῶτον ἐδείχθη σῶμα ἀθάνατον, καὶ διαλύον τοῦ θανάτου τὴν τυραννίδα. Ἄλλως δὲ τοῦτο τοῦ θανάτου δείκνυσι τὴν ἰσχὺν ἀνῃρημένην, οὐ τῶν πρὸ τῆς παρουσίας αὐτοῦ τετελευτηκότων τὰ ἁμαρτήματα λελυμένα. Εἰ δὲ μὴ τοῦτο, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν ἅπαντας ἀπήλλαξε γεέννης, πῶς φησιν, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων; Τοῦτο γὰρ ὡς καὶ ἐκείνων κολασθησομένων εἴρηται, ἡμερώτερον μὲν, κολασθησομένων δ' οὖν ὅμως. Καίτοιγε καὶ δίκην ἐνταῦθα ἔδοσαν τὴν ἐσχάτην· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐξαιρήσεται. Εἰ δὲ τούτους, πολλῷ μᾶλλον τοὺς μηδὲν πεπονθότας. Τί οὖν; ἠδικήθησαν, φησὶν, οἱ πρὸ τῆς παρουσίας αὐτοῦ; Οὐδαμῶς· ἐνῆν γὰρ καὶ μὴ ὁμολογήσαντας τὸν Χριστὸν τότε σωθῆναι. Οὐ γὰρ τοῦτο ἀπῃτεῖτο παρ' αὐτῶν, ἀλλὰ τὸ μὴ εἰδωλολατρεῖν, καὶ τὸ τὸν ἀληθινὸν Θεὸν εἰδέναι. 57.417 Κύριος γὰρ, φησὶν, ὁ Θεός σου, Κύριος εἷς ἐστι. ∆ιὰ τοῦτο καὶ οἱ Μακκαβαῖοι ἐθαυμάζοντο, ὅτι ὑπὲρ τῆς