244
τοῦ νόμου φυλακῆς ἔπαθον ἅπερ ἔπαθον, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ παρὰ Ἰουδαίοις, βίον ἄριστον ἐπιδειξάμενοι, καὶ τὸ μέτρον τῆς γνώσεως ταύτης διατηρήσαντες, οὐδὲν ἀπῃτήθησαν πλέον. Τότε μὲν γὰρ ἤρκει εἰς σωτηρίαν, καθάπερ ἔφθην εἰπὼν, τὸ τὸν Θεὸν εἰδέναι μόνον· νυνὶ δὲ οὐκέτι, ἀλλὰ δεῖ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως. ∆ιὰ τοῦτο ἔλεγεν· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Οὕτω καὶ ἐπὶ τῆς πολιτείας. Τότε μὲν ὁ φόνος ἀπώλλυε τὸν ἐργασάμενον, νῦν δὲ καὶ τὸ ὀργίζεσθαι. Καὶ τότε μὲν τὸ μοιχεύειν καὶ μίγνυσθαι ἀλλοτρίᾳ γυναικὶ κόλασιν ἔφερε· νῦν δὲ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλμοῖς. Ὥσπερ γὰρ ἡ γνῶσις, οὕτω καὶ ἡ πολιτεία ἐπιτέταται νῦν. Ὥστε οὐδὲν ἔδει προδρόμου ἐκεῖ. Ἄλλως δὲ, εἰ μέλλοιεν μετὰ τὸ ἀποθανεῖν οἱ ἄπιστοι πιστεύοντες σώζεσθαι, οὐδεὶς ἀπολεῖταί ποτε. Πάντες γὰρ μεταγνώσονται τότε καὶ προσκυνήσουσι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ, ὅτι Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἀλλ' οὐδὲν ὄφελος τῆς ὑποταγῆς ἐκείνης· οὐ γὰρ προαιρέσεώς ἐστιν εὐγνώμονος, ἀλλὰ τῆς τῶν πραγμάτων, ὡς ἂν εἴποι τις, λοιπὸν ἀνάγκης. δʹ. Μὴ δὴ τοιαῦτα λοιπὸν εἰσάγωμεν δόγματα γραώδη, καὶ μύθους Ἰουδαϊκούς. Ἄκουσον γοῦν τί περὶ τούτων ὁ Παῦλός φησιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· περὶ τῶν ἐν τῷ πρὸ τοῦ νόμου χρόνῳ διαλεγόμενος· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· περὶ τῶν μετὰ Μωϋσέα πάντων λέγων· καὶ, Ὅτι ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων· καὶ, Θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καίτοι μυρία ἔπαθον ἐνταῦθα Ἕλληνες κακά· καὶ τοῦτο καὶ αἱ τῶν ἔξωθεν ἱστορίαι δηλοῦσι, καὶ αἱ Γραφαὶ αἱ παρ' ἡμῖν. Τίς γὰρ ἂν διηγήσαιτο τὰς τῶν Βαβυλωνίων τραγῳδίας, ἢ τὰς τῶν Αἰγυπτίων; Ὅτι δὲ καὶ οἱ τὸν Χριστὸν οὐκ ἐγνωκότες πρὸ τῆς ἐνσάρκου παρουσίας, εἰδωλολατρείας δὲ ἀποστάντες, καὶ τὸν Θεὸν προσκυνήσαντες μόνον, καὶ πολιτείαν ἀρίστην ἐπιδειξάμενοι, ἁπάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ἄκουσον τί φησιν· ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Ὁρᾷς ὅτι ἀγαθῶν ἀμοιβαὶ πολλαὶ τούτοις εἰσὶ, καὶ κολάσεις καὶ τιμωρίαι πάλιν τοῖς τὰ ἐναντία πεποιηκόσι; Ποῦ τοίνυν εἰσὶν οἱ τῇ γεέννῃ διαπιστοῦντες; Εἰ γὰρ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ, οἱ μηδὲ ὄνομα γεέννης ἀκούσαντες, μηδὲ ἀναστάσεως, καὶ ἐνταῦθα κολασθέντες, κἀκεῖ δώσουσι δίκην· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοσούτοις τραφέντες λόγοις φιλοσοφίας; Καὶ πῶς εὔλογον, φησὶ, τοὺς μηδὲν περὶ γεέννης ἀκούσαντας, 57.418 εἰς γέενναν ἐμπεσεῖν; Ἐροῦσι γὰρ, ὅτι Εἰ ἠπείλησας γέενναν, μᾶλλον ἂν ἐφοβήθημεν καὶ ἐσωφρονήσαμεν. Πάνυ γε, (οὐ γάρ;) ὡς ἡμεῖς βιοῦμεν νῦν, καθ' ἑκάστην ἡμέραν ἀκούοντες τοὺς περὶ γεέννης λόγους, καὶ οὐδὲ ὅλως προσέχοντες. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι ὁ ταῖς παρὰ πόδας μὴ κατεχόμενος τιμωρίαις, πολλῷ μᾶλλον ἐκείναις οὐ κατασχεθήσεται. Τοὺς γὰρ ἀλογωτέρους καὶ παχύτερον διακειμένους τὰ ἐν χερσὶ μᾶλλον καὶ εὐθέως συμβησόμενα εἴωθε σωφρονίζειν, ἢ τὰ μακροῖς ὕστερον ἐκβησόμενα χρόνοις. Ἀλλ' ἡμῖν, φησὶ, μείζων ἐπεκρεμάσθη ὁ φόβος, καὶ τοῦτο ἐκεῖνοι ἠδίκηνται. Οὐδαμῶς. Πρῶτον μὲν γὰρ οὐ τὰ αὐτὰ πρόκειται σκάμματα ἡμῖν κἀκείνοις, ἀλλὰ πολλῷ μείζονα ἡμῖν. Τοὺς δὲ μείζονας ἀναδεξαμένους πόνους, μείζονος ἔδει βοηθείας ἀπολαῦσαι. Βοήθεια δὲ οὐ μικρὰ, τὸ αὐξηθῆναι τὸν φόβον. Εἰ δὲ πλεονεκτοῦμεν αὐτῶν τῷ τὰ μέλλοντα εἰδέναι, πλεονεκτοῦσιν ἡμῶν κἀκεῖνοι τῷ παραυτίκα σφοδρὰς ἐπιφέρεσθαι τὰς τιμωρίας αὐτοῖς. Ἀλλ' ἕτερόν τι καὶ πρὸς ταῦτα λέγουσιν οἱ πολλοί. Ποῦ γὰρ τὸ δίκαιον, φησὶ, τοῦ Θεοῦ, ὅταν τις ἐνταῦθα ἁμαρτὼν, καὶ ἐνταῦθα κἀκεῖ κολάζηται; Βούλεσθε οὖν ὑμᾶς ἀναμνήσω τῶν ὑμετέρων λόγων, ἵνα