245
μηκέτι κόπους ἡμῖν παρέχητε, ἀλλ' οἴκοθεν φέρητε τὴν λύσιν; Ἐγὼ πολλῶν ἤκουσα ἀνθρώπων ἡμετέρων, εἴ ποτε μάθοιεν ἀνδροφόνον ἀποτμηθέντα ἐν δικαστηρίῳ, δυσχεραινόντων καὶ ταῦτα λεγόντων τὰ ῥήματα· Τριάκοντα φόνους ὁ μιαρὸς οὗτος καὶ ἐναγὴς τολμήσας, ἢ καὶ πολλῷ πλείους, ἕνα μόνον αὐτὸς ὑπέμεινε θάνατον· καὶ ποῦ τὸ δίκαιον; Ὥστε ὑμεῖς αὐτοὶ ὁμολογεῖτε, ὅτι οὐκ ἀρκεῖ θάνατος εἷς εἰς τιμωρίαν. Πῶς οὖν τὰ ἐναντία ψηφίζεσθε νῦν; Ὅτι οὐχ ἑτέροις, ἀλλ' ὑμῖν αὐτοῖς δικάζετε. Τοσοῦτον ἡ φιλαυτία γίνεται κώλυμα εἰς τὸ μὴ συνορᾷν τὸ δίκαιον. ∆ιὰ τοῦτο ὅταν μὲν ἑτέροις κρίνωμεν, μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν· ὅταν δὲ ἡμῖν αὐτοῖς δικάζωμεν, ἐσκοτώμεθα· ὡς ἐὰν καὶ ἐφ' ἡμῶν αὐτῶν ταῦτα ἐξετάζωμεν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀδέκαστον τὴν ψῆφον οἴσομεν. Ἔστι γὰρ καὶ ἡμῖν ἁμαρτήματα, οὐ δύο καὶ τριῶν, ἀλλὰ μυρίων θανάτων ἄξια. Καὶ ἵνα τὰ ἄλλα παρῶ, ἀναμνήσωμεν ἑαυτοὺς ὅσοι τῶν μυστηρίων μετέχομεν ἀναξίως· οἱ δὲ τοιοῦτοι ἔνοχοί εἰσι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ὥστε ὅταν τὸν ἀνδροφόνον λέγῃς, καὶ σεαυτὸν λογίζου. Ἐκεῖνος μὲν γὰρ ἄνθρωπον ἐφόνευσε, σὺ δὲ τῆς σφαγῆς ὑπεύθυνος εἶ τοῦ ∆εσπότου· κἀκεῖνος μὲν, οὐ μετασχὼν μυστηρίων· ἡμεῖς δὲ, τραπέζης ἀπολαύοντες ἱερᾶς. Τί δὲ οἱ τοὺς ἀδελφοὺς δάκνοντες καὶ κατεσθίοντες, καὶ πολὺν ἀφιέντες τὸν ἰόν; τί δὲ ὁ τὴν τροφὴν τῶν πενήτων ἀφαιρούμενος; Εἰ γὰρ ὁ μὴ μεταδιδοὺς τοιοῦτός ἐστι, [πολλῷ μᾶλλον ὁ τὰ ἀλλότρια λαμβάνων.] Πόσων λῃστῶν οἱ πλεονέκται χείρους εἰσί; πόσων ἀνδροφόνων οἱ ἅρπαγες; πόσων τυμβωρύχων; πόσοι δὲ μετὰ τὸ ἀποδῦσαι καὶ αἱμάτων εἰσὶν ἐπιθυμηταί; Ἄπαγε μὴ γένοιτο, φησί. Νῦν λέγεις, Μὴ γένοιτο· ὅταν ἐχθρὸν ἔχῃς, τότε εἰπὲ, Μὴ γένοιτο, καὶ μέμνησο τῶν εἰρημένων, καὶ βίον ἐπιδείκνυσο πολλῆς γέμοντα ἀκριβείας, ἵνα μὴ καὶ ἡμᾶς τὰ Σοδόμων μείνῃ, 57.419 ἵνα μὴ τὰ Γομόῤῥων πάθωμεν, ἵνα μὴ τὰ Τυρίων ὑπομείνωμεν καὶ τὰ Σιδωνίων κακά· μᾶλλον δὲ ἵνα μὴ τῷ Χριστῷ προσκρούσωμεν, ὅπερ ἁπάντων ἐστὶ χαλεπώτερον [καὶ φοβερώτερον]. Εἰ γὰρ καὶ πολλοῖς ἡ γέεννα φοβερὸν εἶναι δοκεῖ, ἀλλ' ἔγωγε οὐ παύσομαι συνεχῶς βοῶν, ὅτι τοῦτο γεέννης ἁπάσης χαλεπώτερον καὶ 57.420 φοβερώτερον· καὶ ὑμᾶς οὕτω διακεῖσθαι παρακαλῶ. Οὕτω γὰρ καὶ γεέννης ἀπαλλαγησόμεθα, καὶ τῆς παρὰ τοῦ Χριστοῦ ἀπολαύσομεν δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.419 ΟΜΙΛΙΑ ΛΖʹ. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευό μενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μα λακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. αʹ. Τὸ μὲν γὰρ κατὰ τοὺς μαθητὰς Ἰωάννου ᾠκονομήθη καλῶς, καὶ βεβαιωθέντες ἀπῆλθον ἀπὸ τῶν παραυτίκα γενομένων σημείων· ἔδει δὲ λοιπὸν καὶ τὰ πρὸς τὸν δῆμον ἰάσασθαι. Ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἂν τοιοῦτον ὑπώπτευσαν περὶ τοῦ ἑαυτῶν διδασκάλου· ὁ δὲ πολὺς ὄχλος ἐκ τῆς ἐρωτήσεως τῶν Ἰωάννου μαθητῶν πολλὰ ἂν ἄτοπα ὑπενόησεν, οὐκ εἰδὼς τὴν γνώμην μεθ' ἧς ἔπεμψε τοὺς μαθητάς. Καὶ εἰκὸς ἦν διαλογίζεσθαι πρὸς ἑαυτοὺς καὶ λέγειν· Ὁ τοσαῦτα μαρτυρήσας μετεπείσθη νῦν, καὶ ἀμφιβάλλει εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος; ἆρα μὴ στασιάζων πρὸς τὸν Ἰησοῦν ταῦτα λέγει; ἆρα μὴ δειλότερος ὑπὸ τοῦ δεσμωτηρίου γενόμενος; ἆρα μὴ μάτην καὶ εἰκῆ τὰ πρότερα εἴρηκεν; Ἐπεὶ οὖν πολλὰ τοιαῦτα εἰκὸς ἦν αὐτοὺς ὑποπτεύειν, ὅρα πῶς αὐτῶν διορθοῦται τὴν ἀσθένειαν, καὶ ταύτας ἀναιρεῖ τὰς ὑποψίας. Πορευομένων γὰρ αὐτῶν, ἤρξατο λέγειν τοῖς ὄχλοις. ∆ιατί, πορευομένων αὐτῶν; Ἵνα μὴ δόξῃ κολακεύειν τὸν ἄνθρωπον. ∆ιορθούμενος δὲ τὸν δῆμον, οὐκ ἄγει εἰς μέσον αὐτῶν τὴν ὑπόνοιαν, ἀλλὰ τὴν λύσιν μόνον ἐπάγει τῶν κατὰ διάνοιαν θορυβούντων αὐτοὺς λογισμῶν, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόῤῥητα ἁπάντων. Οὐδὲ γὰρ λέγει καθάπερ