248
πεπλήρωται, ἐγώ εἰμι ὁ ἐρχόμενος. Πάντες γὰρ, φησὶν, οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Οὐ γὰρ ἂν ἔστησαν οἱ προφῆται, εἰ μὴ ἦλθον ἐγώ. Μηδὲν τοίνυν προσδοκᾶτε περαιτέρω, μηδὲ ἕτερόν τινα μένετε. Ὅτι γὰρ ἐγώ εἰμι, δῆλον καὶ ἐκ τοῦ τοὺς προφήτας στῆναι, καὶ ἐκ τῶν καθ' ἑκάστην ἁρπαζόντων ἡμέραν τὴν πίστιν τὴν εἰς ἐμέ. Οὕτω γὰρ δήλη ἐστὶ καὶ σαφὴς, ὡς καὶ πολλοὺς ἁρπάζειν αὐτήν. Καὶ τίς ἥρπασεν; εἰπέ μοι. Πάντες οἱ μετὰ σπουδῆς προσιόντες. Εἶτα καὶ ἕτερον τεκμήριον τίθησι λέγων· Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι. Ἀποστελῶ γὰρ, φησὶν, ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἐπιστρέψει καρδίαν πατρὸς ἐπὶ τέκνα. Οὗτος οὖν ἐστιν Ἠλίας, ἐὰν προσέχητε μετὰ ἀκριβείας, φησί. Καὶ γὰρ, Ἀποστελῶ, φησὶ, τὸν ἄγγελόν μου πρὸ προσώπου σου. Καὶ καλῶς εἶπεν, Εἰ θέλετε δέξασθαι, τὸ ἀβίαστον δεικνύς. Οὐ γὰρ ἀναγκάζω, φησί. Τοῦτο δὲ ἔλεγεν, εὐγνώμονα ἀπαιτῶν διάνοιαν, καὶ δηλῶν ὅτι οὗτος ἐκεῖνός ἐστι, κἀκεῖνος οὗτος. Ἀμφότεροι γὰρ μίαν διακονίαν ἀνεδέξαντο, καὶ πρόδρομοι γεγόνασιν ἀμφότεροι. ∆ιόπερ οὐδὲ ἁπλῶς εἶπεν, Οὗτός ἐστιν Ἠλίας, ἀλλ', Εἰ θέλετε δέξασθαι, οὗτός ἐστι· τουτέστιν· Εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομένοις. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, δεικνὺς ὅτι συνέσεως χρεία, πρὸς τὸ, Οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Τοσαῦτα δὲ αἰνίγματα ἐτίθει, διεγείρων αὐτοὺς εἰς ἐρώτησιν. Εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐκ ἐτόλμων ἐρωτᾷν, καὶ ὅτι δυσπρόσιτος ἦν. Οἱ γὰρ ὑπὲρ τῶν τυχόντων αὐτὸν ἐρωτῶντες καὶ πειράζοντες, καὶ μυριάκις ἐπιστομισθέντες, καὶ οὐκ ἀποστάντες, πῶς ἂν ὑπὲρ τῶν ἀναγκαίων οὐκ ἐπύθοντο καὶ ἠρώτησαν, εἴγε καὶ μαθεῖν ἐπεθύμουν; Εἰ γὰρ ὑπὲρ τῶν νομίμων ἠρώτων, ποία ἐντολὴ πρώτη, καὶ 57.423 ὅσα τοιαῦτα, καίτοιγε οὐδεμία ἦν ἀνάγκη ταῦτα εἰπεῖν, πῶς τῶν παρ' αὐτοῦ λεγομένων, ὧν καὶ ταῖς ἀποκρίσεσι μᾶλλον ὑπεύθυνος ἦν, οὐκ ἂν ἐξήταζον τὴν διάνοιαν; Καὶ μάλιστα ὁπότε αὐτὸς ἦν ὁ προτρέπων εἰς τοῦτο, καὶ ἐφελκόμενος; Τῷ γὰρ εἰπεῖν, Βιασταὶ ἁρπάζουσιν αὐτὴν, εἰς προθυμίαν αὐτοὺς διεγείρει· καὶ τῷ εἰπεῖν, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, τὸ αὐτὸ τοῦτο ποιεῖ. Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; φησίν. Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Πάλιν ταῦτα δοκεῖ μὲν ἀπηρτῆσθαι τῶν προτέρων, σφόδρα δὲ αὐτοῖς ἐστιν ἀκόλουθα. Καὶ γὰρ ἔτι τοῦ κεφαλαίου ἔχεται τοῦ αὐτοῦ, καὶ τοῦ δεῖξαι συνῳδὰ αὐτῷ πράττοντα τὸν Ἰωάννην, εἰ καὶ τὰ γινόμενα ἐναντία ἦν· ὥσπερ οὖν καὶ ἐπὶ τῆς ἐρωτήσεως· καὶ δείκνυσιν ὅτι οὐδὲν ἦν ὀφεῖλον γενέσθαι εἰς σωτηρίαν αὐτῶν, καὶ παρελείφθη· ὃ πρὸς τὸν ἀμπελῶνά φησιν ὁ προφήτης· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τίνι γὰρ, φησὶν, ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ἦλθε γὰρ Ἰωάννης μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐναντίαν ἑκάτερος ἤλθομεν ὁδὸν, ἐγὼ καὶ Ἰωάννης, καὶ ταὐτὸν ἐποιήσαμεν, οἷον ἂν εἴ τινες θηραταὶ ζῶον δυσθήρατον διὰ δύο μέλλον ἐμπίπτειν ὁδῶν εἰς τὰ θήρατρα, ἑκατέραν ἕκαστος ἀπολαβὼν ὁδὸν ἐλαύνοι ἐξεναντίας ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν. Σκόπει γοῦν ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ὅπως πρὸς τὸ τῆς νηστείας ἐπτόηται θαῦμα, καὶ τὸν σκληρὸν τοῦτον καὶ φιλόσοφον βίον. ∆ιὰ τοῦτο ᾠκονόμητο τοῦτο, ἐκ πρώτης ἡλικίας οὕτω τραφῆναι τὸν Ἰωάννην, ὥστε καὶ ἐντεῦθεν ἀξιόπιστα γενέσθαι τὰ λεγόμενα παρ' αὐτοῦ. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς, φησὶ, ταύτην εἵλετο τὴν ὁδόν; Μάλιστα μὲν οὖν καὶ αὐτὸς ταύτην ἦλθεν, ὅτε τὰς τεσσαράκοντα ἡμέρας ἐνήστευσε, καὶ περιῄει διδάσκων, καὶ οὐκ ἔχων ποῦ τὴν