249
κεφαλὴν κλίνῃ· πλὴν ἀλλὰ καὶ ἑτέρως τὸ αὐτὸ τοῦτο κατεσκεύαζε, καὶ τὸ ἐντεῦθεν ᾠκονόμει κέρδος. Τοῦ γὰρ ἐλθεῖν αὐτὸν τὴν ὁδὸν ταύτην, ταὐτὸν ἦν, ἢ καὶ πολλῷ μεῖζον, τὸ ὑπὸ τοῦ ἐλθόντος μαρτυρεῖσθαι. Ἄλλως δὲ, ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· Ἰωάννης γὰρ, φησὶν, οὐδὲν ἐποίησε σημεῖον· αὐτὸς δὲ καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν εἶχεν. Ἀφεὶς τοίνυν Ἰωάννην ἀπὸ τῆς νηστείας λάμπειν, αὐτὸς τὴν ἐναντίαν ἦλθε, καὶ εἰς τραπέζας εἰσιὼν τελωνῶν, καὶ ἐσθίων καὶ πίνων. δʹ. Ἐρώμεθα τοίνυν Ἰουδαίους· Καλὸν ἡ νηστεία καὶ θαυμαστόν; Οὐκοῦν ἔδει πείθεσθαι Ἰωάννῃ, καὶ ἀποδέχεσθαι αὐτὸν, καὶ πιστεύειν τοῖς ὑπ' αὐτοῦ λεγομένοις. Οὕτω γὰρ ὑμᾶς ἔμελλεν ἐκεῖνα τὰ ῥήματα προσάγειν τῷ Ἰησοῦ. Ἀλλὰ φορτικὸν ἡ νηστεία καὶ ἐπαχθές; Οὐκοῦν ἔδει πείθεσθαι τῷ Ἰησοῦ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι. ∆ι' ἀμφοτέρας γὰρ ὁδοῦ εἰς τὴν βασιλείαν ἐμέλλετε ἐμπίπτειν. Ἀλλ' ὥσπερ θηρίον δύσ 57.424 τροπον ἑκατέρους ἐκάκιζον. Οὐκ ἄρα τὸ ἔγκλημα τῶν μὴ πιστευθέντων, ἀλλ' ἡ κατηγορία τῶν μὴ πιστευσάντων ἦν. Οὐδεὶς γάρ ποτε τὰ ἐναντία κακίζειν ἕλοιτο, ὥσπερ οὖν οὐδὲ ἐπαινεῖν. Οἷόν τι λέγω· ὁ τὸν φαιδρὸν ἀποδεχόμενος ἄνθρωπον καὶ ἀνειμένον, τὸν σκυθρωπὸν καὶ βαρὺν οὐκ ἀποδέξεται· ὁ τὸν σκυθρωπὸν ἐπαινῶν, τὸν φαιδρὸν οὐκ ἐπαινέσει. Ἀμήχανον γὰρ καὶ ταύτην κἀκείνην τιθέναι τὴν ψῆφον. ∆ιὰ τοῦτο καὶ αὐτός φησιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· τουτέστι, Τὸν ἀνειμένον βίον ὑπέδειξα, καὶ οὐκ ἐπείσθητε. Καὶ, Ἐθρηνήσαμεν, καὶ οὐκ ἐκόψασθε· τουτέστιν, Ἰωάννης τὸν σκληρὸν καὶ βαρὺν μετῆλθε βίον, καὶ οὐ προσέσχετε. Καὶ οὐ λέγει, Ἐκεῖνος τοῦτον, κἀγὼ τοῦτον· ἀλλ' ἐπειδὴ μία γνώμη ἑκατέρων ἦν, εἰ καὶ τὰ ἐπιτηδεύματα ἐναντία, διὰ τοῦτο κοινὰ τὰ γεγενημένα φησὶν εἶναι. Καὶ γὰρ καὶ τὸ τὴν ἐναντίαν ἐλθεῖν ὁδὸν, ἀπὸ συμφωνίας ἐπιτεταμένης ἐγίνετο, καὶ πρὸς ἓν βλεπούσης τέλος. Ποίαν οὖν σχοίητε λοιπὸν ἀπολογίαν; ∆ιὰ τοῦτο καὶ ἐπήγαγε· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· τουτέστιν, Εἰ καὶ ὑμεῖς οὐκ ἐπείσθητε, ἀλλ' ἐμοὶ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχετε. Ὃ περὶ τοῦ Πατρός φησιν ὁ προφήτης· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Ὁ γὰρ Θεὸς, κἂν μηδὲν ἀνύῃ πλέον ἀπὸ τῆς περὶ ἡμᾶς κηδεμονίας, τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, ὥστε τοῖς ἀναισχυντεῖν βουλομένοις μηδὲ σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. Εἰ δὲ τὰ παραδείγματα εὐτελῆ καὶ κακέμφατα, μὴ θαυμάσῃς· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διελέγετο. Ἐπεὶ καὶ ὁ Ἰεζεκιὴλ πολλὰ λέγει παραδείγματα αὐτοῖς πρόσφορα, καὶ τῆς τοῦ Θεοῦ μεγαλωσύνης ἀνάξια. Ἀλλὰ καὶ τοῦτο μάλιστα ἄξιον αὐτοῦ τῆς κηδεμονίας. Σκόπει δὲ αὐτοὺς καὶ ἑτέρωθεν εἰς ἐναντίας περιενεχθέντας δόξας. Εἰπόντες γὰρ περὶ Ἰωάννου, ὅτι δαιμόνιον ἔχει, οὐκ ἔστησαν μέχρι τούτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τὰ ἐναντία αἱρουμένου τὸ αὐτὸ τοῦτο εἶπον πάλιν· οὕτως εἰς μαχομένας ἀεὶ περιεφέροντο δόξας. Ὁ δὲ Λουκᾶς μετὰ τούτων καὶ ἑτέραν μείζονα τίθησιν αὐτῶν κατηγορίαν, εἰπών· Οἱ γὰρ τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, δεξάμενοι τὸ βάπτισμα Ἰωάννου. Τότε λοιπὸν ὀνειδίζει τὰς πόλεις, ὅτε ἐδικαιώθη ἡ σοφία, ὅτε ἀπέδειξε πάντα πεπληρωμένα. Ἐπειδὴ γὰρ οὐκ ἔπεισε, ταλανίζει λοιπὸν, ὃ τοῦ φοβῆσαι πλέον ἐστί. Καὶ γὰρ τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν ἐπεδείξατο, καὶ τὴν ἀπὸ τῶν σημείων θαυματουργίαν. Ἐπειδὴ δὲ ἔμειναν ἐπὶ τῆς αὐτῶν ἀπειθείας, ὀνειδίζει λοιπόν. Τότε γὰρ, φησὶν, ὁ Ἰησοῦς ἤρξατο ὀνειδίζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενοήσαν, λέγων· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά. Εἶτα ἵνα μάθῃς οὐκ ἀπὸ φύσεως αὐτοὺς τοιούτους ὄντας, τίθησι καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ' ἧς πέντε προῆλθον ἀπόστολοι. Ὅ τε γὰρ Φίλιππος καὶ αἱ δύο ξυνωρίδες ἐκεῖναι αἱ τῶν κορυφαίων ἐντεῦθεν ἦσαν. Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, φησὶν, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. Καὶ σὺ Καπερναοὺμ, ἡ ἕως τοῦ