251
ἐντρεφόμενος ἀκούσμασι; πότε τοὺς ὑπὲρ σωφροσύνης ἱδρῶτας ἐνεγκεῖν ἀνέξῃ, κατὰ μικρὸν ὑποῤῥέων ἀπὸ τοῦ γέλωτος καὶ τῶν ᾀσμάτων καὶ τῶν αἰσχρῶν ῥημάτων τούτων; Καὶ γὰρ ἀγαπητὸν ἁπάντων τούτων καθαρεύουσαν ψυχὴν δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα, μήτιγε τοιούτοις ἀκούσμασιν ἐντρεφομένην. Ἢ οὐκ ἴστε, ὅτι πρὸς κακίαν ἐπιῤῥεπέστερον ἔχομεν; Ὅταν οὖν καὶ τέχνην αὐτὸ ποιησώμεθα καὶ ἔργον, πότε διαφευξόμεθα τὴν κάμινον ἐκείνην; Οὐκ ἤκουσας τί φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ; Οὐκ εἶπεν· ἐν διαβόλῳ. ʹ. Πότε οὖν ἀκοῦσαι δυνήσῃ Παύλου; πότε αἴσθησιν λαβεῖν τῶν πεπλημμελημένων, μεθύων ἀεὶ καὶ διηνεκῶς ἀπὸ τῆς θεωρίας ἐκείνης; Ὅτι γὰρ παραγέγονας ἐνταῦθα, οὐ θαυμαστὸν καὶ μέγα· μᾶλλον δὲ θαυμαστόν. Ἐνταῦθα μὲν γὰρ καὶ ἁπλῶς καὶ ἀφοσιούμενος παραγίνῃ· ἐκεῖ δὲ, μετὰ σπουδῆς καὶ δρόμου καὶ πολλῆς τῆς προθυμίας. Καὶ δῆλον ἐξ ὧν οἴκαδε φέρεις, ἐκεῖθεν ἀναχωρῶν. Καὶ γὰρ τὸν βόρβορον ἅπαντα τὸν ἐκχυθέντα ὑμῖν ἐκεῖ διὰ τῶν ῥημάτων, διὰ τῶν ᾠδῶν, διὰ τοῦ γέλωτος, εἰς τὴν οἰκίαν ἕκαστος συνάγοντες φέρετε· μᾶλλον δὲ οὐκ εἰς τὴν οἰκίαν μόνον, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ἕκαστος τὴν ἑαυτοῦ. Καὶ τὰ μὲν οὐκ ἄξια τοῦ βδελύττεσθαι ἀποστρέφῃ, τὰ δὲ βδελυκτὰ οὐ μισεῖς, ἀλλὰ καὶ ἀγαπᾷς. Πολλοὶ γοῦν ἀπὸ μὲν τάφων ἐπανελθόντες ἐλούσαντο· ἀπὸ δὲ θεάτρων ἀναχωροῦντες οὐκ ἐστέναξαν, οὐδὲ ἐξέχεαν δακρύων πηγάς· καίτοιγε ὁ μὲν νεκρὸς οὐκ ἀκάθαρτον· ἡ δὲ ἁμαρτία τοσαύτην ἐντίθησι κηλῖδα, ὡς μηδὲ μυρίαις πηγαῖς ἐκκαθᾶραι ταύτην δύνασθαι, ἀλλὰ μόνοις δάκρυσι καὶ ἐξομολογήσεσιν. Ἀλλ' οὐδεὶς ὁ αἰσθανόμενος τῆς κηλῖδος ταύτης. Ἐπειδὴ γὰρ ἃ χρὴ οὐ φοβούμεθα, διὰ τοῦτο ἃ μὴ χρὴ δεδοίκαμεν. Τίς δὲ καὶ ὁ πάταγος; τίς δὲ καὶ ὁ θόρυβος, καὶ αἱ σατανικαὶ κραυγαὶ, καὶ τὰ διαβολικὰ σχήματα; Ὁ μὲν γὰρ ὄπισθεν ἔχει κόμην νέος ὢν, καὶ τὴν φύσιν ἐκθηλύνων, καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι, καὶ τοῖς ἱματίοις, καὶ πᾶσιν ἁπλῶς εἰς εἰκόνα κόρης ἁπαλῆς ἐκβῆναι φιλονεικεῖ. Ἄλλος δέ τις γεγηρακὼς ὑπεναντίως τούτῳ τὰς τρίχας ξυρῷ περιελὼν, καὶ ἐζωσμένος τὰς πλευρὰς, πρὸ τῶν τριχῶν ἐκτέμνων τὴν αἰδῶ, πρὸς τὸ ῥαπίζεσθαι ἕτοιμος ἕστηκε, πάντα καὶ λέγειν καὶ ποιεῖν παρεσκευασμένος. Αἱ δὲ γυναῖκες γυμνῇ τῇ κεφαλῇ ἀπηρυθριασμέναι πρὸς δῆμον ἑστήκασι διαλεγόμεναι, τοσαύτην μελέτην ἀναισχυντίας ποιούμεναι, καὶ πᾶσαν ἰταμότητα καὶ ἀσέλγειαν εἰς τὰς τῶν ἀκουόντων ἐκχέουσαι ψυχάς. Καὶ μία σπουδὴ, πᾶσαν ἐκ βάθρων ἀνασπάσαι τὴν σωφροσύνην, καταισχῦναι τὴν φύσιν, ἐμπλῆσαι τοῦ πονηροῦ δαίμονος τὴν ἐπιθυμίαν. Καὶ γὰρ καὶ ῥήματα αἰσχρὰ αὐτόθι, καὶ σχήματα αἰσχρότερα, καὶ κουρὰ τοιαύτη, καὶ βάδισις, καὶ στολὴ, καὶ φωνὴ, καὶ μελῶν διάκλασις, καὶ ὀφθαλμῶν ἐκστροφαὶ, καὶ σύριγγες, καὶ αὐλοὶ, καὶ δράματα, καὶ ὑποθέσεις, καὶ πάντα ἁπλῶς τῆς ἐσχάτης ἀσελγείας ἀνάμεστα. Πότε οὖν ἀνανήψεις, εἰπέ μοι, τοσοῦτόν σοι πορνείας ἄκρατον ἐγχέοντος τοῦ διαβόλου, τοσαύτας ἀκολασίας κύλικας κεραννύντος; Καὶ γὰρ καὶ 57.427 μοιχεῖαι, καὶ γάμων ἐκεῖ κλοπαὶ, καὶ γυναῖκες ἐκεῖ πορνευόμεναι, ἄνδρες ἡταιρηκότες, νέοι μαλακιζόμενοι, πάντα παρανομίας μεστὰ, πάντα τερατωδίας πάντα αἰσχύνης. Οὐκ ἄρα γελᾷν ἐπὶ τούτοις τοὺς καθημένους ἐχρῆν, ἀλλὰ δακρύειν καὶ στένειν πικρόν. Τί οὖν; ἀποκλείσομεν τὴν ὀρχήστραν, φησὶ, καὶ τῷ λόγῳ τῷ σῷ πάντα ἀνατραπήσεται; Νῦν μὲν οὖν πάντα ἀνατέτραπται. Πόθεν γὰρ οἱ τοῖς γάμοις ἐπιβουλεύοντες; εἰπέ μοι· οὐκ ἀπὸ τῆς σκηνῆς ταύτης; Πόθεν οἱ τοὺς θαλάμους διορύττοντες; οὐκ ἀπὸ τῆς ὀρχήστρας ἐκείνης; Οὐκ ἐντεῦθεν οἱ ἄνδρες ταῖς γυναιξὶ φορτικοί; οὐκ ἐντεῦθεν τοῖς ἀνδράσιν αἱ γυναῖκες εὐκαταφρόνητοι; οὐκ ἐντεῦθεν οἱ πλείους μοιχοί; Ὥστε ὁ τὰ πάντα ἀνατρέπων ὁ πρὸς τὸ θέατρον βαδίζων ἐστὶν, ὁ τυραννίδα χαλεπὴν ἐπεισάγων. Οὐχὶ, φησὶν, ἀλλὰ τῇ τῶν νόμων εὐταξίᾳ τοῦτο δοκεῖ. Τὸ γὰρ γυναῖκας διασπᾷν, καὶ παῖδας ὑβρίζειν νέους, καὶ οἰκίας ἀνατρέπειν, τῶν τὰς ἀκροπόλεις κατειληφότων ἐστί. Καὶ τίς μοιχὸς, φησὶν, ἀπὸ τῶν θεαμάτων τούτων γέγονε; Τίς