252
γὰρ οὐ μοιχός; Καὶ εἴγε ἦν ὀνομαστὶ νῦν εἰπεῖν, ἔδειξα ἂν ὅσους ἄνδρας ἀπέσχισαν γυναικῶν, ὅσους ἔλαβον αἰχμαλώτους αἱ πόρναι ἐκεῖναι, τοὺς μὲν ἀπ' αὐτῆς ἀναστήσασαι τῆς εὐνῆς, τοὺς δὲ οὐδὲ τὴν ἀρχὴν ἀφεῖσαι ὁμιλῆσαι γάμῳ. Τί οὖν; εἰπέ μοι· τοὺς νόμους ἀνατρέψομεν ἅπαντας; Καὶ μὴν παρανομίαν ἔστιν ἀνατρέψαι, ταῦτα λύοντας τὰ θέατρα. Οἱ γὰρ ταῖς πόλεσι λυμαινόμενοι ἐκ τούτων εἰσίν· ἐντεῦθεν γοῦν στάσεις καὶ ταραχαί. Οἱ γὰρ ὑπὸ τῶν ὀρχουμένων τρεφόμενοι, καὶ γαστρὶ τὴν ἑαυτῶν πωλοῦντες φωνὴν, οἷς ἔργον βοῆσαι καὶ πρᾶξαι πᾶν ἄτοπον, οὗτοι μάλιστά εἰσιν οἱ τοὺς δήμους ἀναῤῥιπίζοντες, οἱ τὰς ταραχὰς ἐμποιοῦντες ταῖς πόλεσι. Νεότης γὰρ ἀργίας ἐπιλαβομένη, καὶ τοσούτοις ἐντρεφομένη κακοῖς, θηρίου παντὸς ἀγριωτέρα γίνεται. ζʹ. Οἱ γὰρ γόητες, εἰπέ μοι, πόθεν; οὐκ ἐντεῦθεν, ἵνα δῆμον ἀναπτερώσωσιν εἰκῆ σχολάζοντα, καὶ τοὺς ὀρχουμένους πολλῶν ἀπολαῦσαι ποιήσωσι θορύβων, καὶ τὰς πορνευομένας γυναῖκας ταῖς σωφρονούσαις ἐπιτειχίσωσιν, εἰς τοῦτο ἔρχονται μαγγανείας, ὡς μηδὲ τὰ ὀστᾶ τῶν κατοιχομένων κινεῖν ὀκνεῖν. Οὐκ ἐντεῦθεν, ὅταν μυρία ἀναγκάζωνται εἰς τὸν πονηρὸν ἐκεῖνον τοῦ διαβόλου χορὸν ἀναλίσκειν; Ἡ δὲ ἀσέλγεια πόθεν, καὶ τὰ μυρία κακά; Ὁρᾷς ὅτι σὺ μὲν τὸν βίον ἀνατρέπεις, ἐπὶ ταῦτα ἕλκων, ἐγὼ δὲ συγκροτῶ καταλύων. Καθέλωμεν οὖν τὴν ὀρχήστραν, φησίν. Εἴθε καθελεῖν δυνατὸν ἦν· μᾶλλον δὲ ἂν ἐθέλητε, τὸ ἡμέτερον μέρος καθῄρηται καὶ κατέσκαπται. Πλὴν ἀλλ' οὐδὲν τούτων κελεύω. Τὰ ἑστῶτα ποιήσατε ἄκυρα, ὅπερ μεῖζόν ἐστιν ἐγκώμιον τοῦ καθελεῖν. Εἰ καὶ μηδένα ἕτερον, τοὺς γοῦν βαρβάρους ζηλώσατε· καὶ γὰρ πάσης τοιαύτης ἐκεῖνοι 57.428 καθαρεύουσι θεωρίας. Τίς οὖν ἡμῖν ἔσται ἀπολογία λοιπὸν, ὅταν ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται, καὶ τῶν Χερουβὶμ συγχορευταὶ, καὶ τῶν ἀγγέλων κοινωνοὶ, καὶ τῶν βαρβάρων χείρους ταύτῃ γινώμεθα, καὶ ταῦτα ἐξὸν μυρίας ἑτέρας τούτων βελτίους τέρψεις εὑρεῖν; Εἰ γὰρ βούλει ψυχαγωγεῖσθαι, βάδιζε εἰς παραδείσους, ἐπὶ παραῤῥέοντα ποταμὸν καὶ λίμνας· καταμάνθανε κήπους, ἄκουε τεττίγων ᾀδόντων, ἐπιχωρίαζε σηκοῖς μαρτύρων, ὅπου σώματος ὑγεία καὶ ψυχῆς ὠφέλεια, καὶ βλάβος οὐδὲν, οὐδὲ μετάνοια μετὰ τὴν ἡδονὴν, καθάπερ ἐνταῦθα. Ἔχεις γυναῖκα, ἔχεις παιδία· τί ταύτης τῆς ἡδονῆς ἴσον; Ἔχεις οἰκίαν, ἔχεις φίλους, ταῦτα τὰ τερπνὰ, πολὺ μετὰ τῆς σωφροσύνης καὶ τὸ κέρδος παρέχοντα. Τί γὰρ παίδων γλυκύτερον, εἰπέ μοι; τί δὲ γυναικὸς, τῷ σωφρονεῖν βουλομένῳ; Λέγονται γοῦν οἱ βάρβαροί ποτε εἰπεῖν ῥῆμα φιλοσοφίας γέμον. Περὶ γὰρ τῶν θεάτρων τούτων ἀκούσαντες τῶν παρανόμων, καὶ τῆς ἀκαίρου τέρψεως, Ῥωμαῖοι γὰρ, φησὶν, ὡς οὐκ ἔχοντες παῖδας καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν τὰς ἡδονάς· δεικνύντες ὅτι οὐδὲν παίδων γλυκύτερον καὶ γυναικὸς, ἐὰν σεμνῶς ἐθέλῃς βιοῦν. Τί οὖν, ἐὰν δείξω, φησὶ, μηδὲν βλαβέντας ἐκ τῆς ἐκεῖ διατριβῆς; Μάλιστα μὲν καὶ τοῦτο βλάβος, τὸ εἰκῆ καὶ μάτην τὸν καιρὸν δαπανᾷν, καὶ ἑτέροις γίνεσθαι σκάνδαλον. Κἂν γὰρ σὺ μὴ βλαβῇς, ἕτερον ποιεῖς εἰς τοῦτο σπουδαιότερον. Πῶς δὲ καὶ αὐτὸς οὐ βλαβήσῃ, παρέχων ἀφορμὰς τοῖς γινομένοις; Καὶ γὰρ ὁ γόης, καὶ ὁ πορνευόμενος παῖς, καὶ ἡ πορνευομένη γυνὴ, καὶ πάντες ἐκεῖνοι οἱ διαβολικοὶ χοροὶ, ἐπὶ τὴν σὴν κεφαλὴν τὴν αἰτίαν τῶν γινομένων φέρουσιν. Ὥσπερ γὰρ εἰ μὴ ἦσαν οἱ θεωροῦντες, οὐκ ἂν ἦσαν οἱ ταῦτα μετιόντες· οὕτως ἐπειδή εἰσι, καὶ αὐτοὶ μερίζονται τῶν γινομένων τὸ πῦρ. Ὥστε εἰ καὶ εἰς σωφροσύνην μηδὲν παρεβλάβης, ὅπερ ἐστὶν ἀμήχανον, ἀλλὰ τῆς ἀπωλείας τῆς ἑτέρων χαλεπὰς δώσεις εὐθύνας, καὶ τῶν θεωρούντων, καὶ τῶν αὐτοὺς συναγόντων. Καὶ εἰς σωφροσύνην δὲ μείζονα ἂν ἐκέρδανας, εἰ μὴ ἐκεῖσε ἐβάδιζες. Εἰ γὰρ καὶ νῦν εἶ σώφρων, σωφρονέστερος ἂν ἐγένου τὰς τοιαύτας φεύγων θέας. Μὴ τοίνυν περιττὰ φιλονεικῶμεν, μηδὲ ἀνονήτους ἀπολογίας ἐπινοῶμεν. Μία γὰρ ἀπολογία, τὸ φεύγειν τὴν κάμινον τὴν Βαβυλωνίαν, τὸ πόῤῥω γενέσθαι τῆς Αἰγυπτίας πόρνης, κἂν γυμνὸν δέῃ τὰς ἐκείνης χεῖρας διαφυγεῖν. Οὕτω γὰρ καὶ ἡδονῆς πολλῆς ἀπολαυσόμεθα, τοῦ συνειδότος ἡμῶν οὐ κατηγοροῦντος ἡμῶν, καὶ