254
Οὕτω γὰρ, φησὶν, ἐγένετο εὐδοκία ἔμπροσθέν σου· τουτέστιν, Οὕτω σοι ἤρεσε. Καὶ διατί ἀπεκρύβη ἀπ' ἐκείνων; Ἄκουσον Παύλου λέγοντος, ὅτι Ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ἐννόησον τοίνυν τί εἰκὸς εἶναι τοὺς μαθητὰς ταῦτα ἀκούοντας, ὅτι ἃ σοφοὶ οὐκ ἔγνωσαν, οὗτοι ἔγνωσαν· καὶ ἔγνωσαν μείναντες νήπιοι, καὶ ἔγνωσαν τοῦ Θεοῦ ἀποκαλύψαντος. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ, ὅτε ἦλθον οἱ ἑβδομήκοντα ἀπαγγέλλοντες περὶ τῶν δαιμόνων, τότε ἠγαλλιάσατο καὶ εἶπε ταῦτα, ἅπερ μετὰ τοῦ σπουδαιοτέρους αὐτοὺς ποιεῖν, καὶ μετριάζειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς μέγα φρονεῖν ἐπὶ τῷ τοὺς δαίμονας ἐλαύνειν, καὶ ἐντεῦθεν αὐτοὺς καταστέλλει. Ἀποκάλυψις γὰρ ἦν τὸ γινόμενον, οὐκ ἐκείνων σπουδή. 57.430 βʹ. ∆ιὸ καὶ οἱ γραμματεῖς καὶ οἱ σοφοὶ, συνετοὶ νομίζοντες εἶναι παρ' ἑαυτοῖς, ἐξέπεσον διὰ τὸν οἰκεῖον τῦφον. Οὐκοῦν εἰ διὰ τοῦτο ἐξ αὐτῶν ἀπεκρύβη, φοβήθητε, φησὶ, καὶ ὑμεῖς, καὶ μείνατε νήπιοι. Τοῦτο γὰρ ὑμᾶς ἐποίησε τῆς ἀποκαλύψεως ἀπολαῦσαι, ὥσπερ οὖν καὶ ἐκείνους τὸ ἐναντίον ἀποστερηθῆναι. Οὐδὲ γὰρ ὅταν λέγῃ, Ἀπέκρυψας, τοῦ Θεοῦ τὸ πᾶν εἶναί φησιν· ἀλλ' ὥσπερ ὅταν λέγῃ Παῦλος, ὅτι παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, οὐκ αὐτὸν εἰσάγων ταῦτα ἐνεργοῦντα τοῦτό φησιν, ἀλλ' ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας· οὕτω καὶ ἐνταῦθά φησι τὸ, Ἀπέκρυψας. Ἐπειδὴ γὰρ εἶπεν, Ἐξομολογοῦμαί σοι, ὅτι ἀπέκρυψας, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, ἵνα μὴ νομίσῃς, ὅτι ὡς αὐτὸς ἀπεστερημένος τῆς δυνάμεως ταύτης, καὶ μὴ δυνάμενος αὐτὸ κατορθῶσαι, οὕτως εὐχαριστεῖ, φησί· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Πρὸς δὲ τοὺς χαίροντας, ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, Τί γὰρ θαυμάζετε, φησὶν, ὅτι δαίμονες ὑμῖν ὑπείκουσιν; Ἐμὰ πάντα ἐστὶ, Πάντα μοι παρεδόθη. Ὅταν δὲ ἀκούσῃς, Παρεδόθη, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς· ἵνα γὰρ μὴ δύο θεοὺς ἀγεννήτους νομίσῃς, ταύτην τὴν λέξιν τίθησιν. Ἐπεὶ ὅτι ὁμοῦ τε ἐγεννήθη καὶ πάντων ∆εσπότης ἦν, πολλαχόθεν καὶ ἀλλαχόθεν δηλοῖ. Εἶτα λέγει τι καὶ τούτου μεῖζον, ἀνορθῶν σου τὴν διάνοιαν· Καὶ οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Καὶ δοκεῖ μὲν ἀπηρτῆσθαι τῶν ἔμπροσθεν τοῖς ἀγνοοῦσι, πολὺ δὲ ἔχει τὸ σύμφωνον. Ἐπειδὴ γὰρ εἶπε, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, ἐπάγει· Καὶ τί θαυμαστὸν, φησὶν, εἰ πάντων εἰμὶ ∆εσπότης, ὅπου γε καὶ ἕτερόν τι μεῖζον ἔχω, τὸ εἰδέναι τὸν Πατέρα, καὶ τῆς αὐτῆς οὐσίας εἶναι; Καὶ γὰρ καὶ τοῦτο λανθανόντως δείκνυσιν ἐκ τοῦ μόνος αὐτὸν οὕτως εἰδέναι. Ὅταν γὰρ εἴπῃ, Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, τοῦτο λέγει. Καὶ ὅρα πότε λέγει ταῦτα. Ὅτε διὰ τῶν ἔργων ἔλαβον αὐτοῦ τῆς δυνάμεως τὴν ἀπόδειξιν, οὐχὶ θαυματουργοῦντα ἰδόντες μόνον, ἀλλὰ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ τοσαῦτα δυνηθέντες. Εἶτα, ἐπειδὴ εἶπεν ὅτι Ἀπεκάλυψας αὐτὰ νηπίοις, δείκνυσι καὶ τοῦτο αὐτοῦ ὄν· Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι· οὐχ ᾧ ἂν ἐπιτάττηται, οὐδὲ ᾧ ἂν κελεύηται. Εἰ δὲ ἐκεῖνον ἀποκαλύπτει, καὶ ἑαυτόν. Ἀλλὰ τοῦτο μὲν ὡς ὡμολογημένον ἀφῆκεν· ἐκεῖνο δὲ τέθεικε. Καὶ πανταχοῦ τοῦτό φησιν, ὡς ὅταν λέγῃ· Οὐδεὶς δύναται πρὸς τὸν Πατέρα ἐλθεῖν, εἰ μὴ δι' ἐμοῦ. ∆ιὰ δὲ τούτων καὶ ἄλλο κατασκευάζει, τὸ σύμφωνος αὐτῷ εἶναι καὶ ὁμογνώμων. Τοσοῦτον γὰρ, φησὶν, ἀπέχω τοῦ μάχεσθαι αὐτῷ καὶ πολεμεῖν, ὅτι οὐδὲ δυνατὸν ἐλθεῖν τινα πρὸς ἐκεῖνον, εἰ μὴ δι' ἐμοῦ. Ἐπειδὴ γὰρ μάλιστα τοῦτο αὐτοὺς ἐσκανδάλιζε, τὸ δοκεῖν ἀντίθεον αὐτὸν εἶναι, διὰ πάντων τοῦτο ἀναιρεῖ, καὶ τῶν σημείων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῶ πλέον περὶ τούτου ἐσπούδακεν. Ὅταν δὲ λέγῃ· Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, οὐ τοῦτό φησιν, ὅτι πάντες αὐτὸν ἠγνόησαν, ἀλλ' ὅτι τὴν γνῶσιν, ἣν αὐτὸς αὐτὸν οἶδεν, οὐδεὶς αὐτὸν ἐπίσταται· ὃ καὶ περὶ τοῦ Υἱοῦ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ περὶ ἀγνώστου τινὸς Θεοῦ καὶ μηδενὶ γενομένου γνωρίμου ταῦτα ἔφασκεν, ὥς φησιν ὁ Μαρκίων, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν ἐνταῦθα αἰνιττόμενος· ἐπεὶ