255
οὐδὲ τὸν Υἱὸν ἴσμεν ὡς χρὴ εἰδέναι· καὶ τοῦτο γοῦν αὐτὸ Παῦλος 57.431 δηλῶν ἔλεγεν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Εἶτα καταστήσας διὰ τῶν εἰρημένων εἰς ἐπιθυμίαν αὐτοὺς, καὶ δείξας αὐτοῦ τὴν δύναμιν ἄφατον, τότε καλεῖ λέγων· ∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οὐχ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλὰ πάντες οἱ ἐν φροντίσιν, οἱ ἐν λύπαις, οἱ ἐν ἁμαρτίαις. ∆εῦτε, οὐχ ἵνα ἀπαιτήσω εὐθύνας, ἀλλ' ἵνα λύσω τὰ ἁμαρτήματα. ∆εῦτε, οὐκ ἐπειδὴ δέομαι ὑμῶν τῆς δόξης, ἀλλ' ἐπειδὴ δέομαι ὑμῶν τῆς σωτηρίας. Ἐγὼ γὰρ, φησὶν, ἀναπαύσω ὑμᾶς. Οὐκ εἶπε, Σώσω, μόνον· ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἦν, Ἐν ἀδείᾳ καταστήσω πάσῃ. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Μὴ γὰρ φοβηθῆτε, φησὶ, ζυγὸν ἀκούοντες· χρηστὸς γάρ ἐστι· μὴ δείσητε, ἐπειδὴ φορτίον εἶπον· ἐλαφρὸν γάρ ἐστι. Καὶ πῶς ἔμπροσθεν ἔλεγε· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδός; Ὅταν ῥᾴθυμος ᾖς, ὅταν ἀναπεπτωκώς· ὡς ἐὰν κατορθώσῃς τὰ εἰρημένα, ἐλαφρὸν ἔσται τὸ φορτίον· διὸ καὶ νῦν αὐτὸ τοιοῦτον ἐκάλεσε. Πῶς δὲ κατορθοῦται; Ἂν ταπεινὸς γένῃ καὶ πρᾶος καὶ ἐπιεικής. Αὕτη γὰρ μήτηρ ἐστὶν ἡ ἀρετὴ φιλοσοφίας ἁπάσης. ∆ιὸ καὶ ἀρχόμενος τῶν θείων νόμων ἐκείνων, ἐντεῦθεν ἤρξατο. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, καὶ μέγιστον τίθησι τὸ ἔπαθλον. Οὐ γὰρ ἑτέρῳ γίνῃ χρήσιμος μόνον, ἀλλὰ καὶ σαυτὸν πρὸ πάντων ἀναπαύεις, φησίν. Εὑρήσετε γὰρ ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Καὶ πρὸ τῶν μελλόντων ἐντεῦθεν δίδωσί σοι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχει, καὶ ταύτῃ καὶ τῷ ἑαυτὸν ὑπόδειγμα θεῖναι εἰς μέσον, εὐπαράδεκτον ποιῶν τὸν λόγον. γʹ. Τί γὰρ δέδοικας; φησί· μὴ ἐλαττωθῇς ταπεινὸς ὤν; Ἐμὲ σκόπει, καὶ τὰ ἐμὰ πάντα· ἀπ' ἐμοῦ μάνθανε, καὶ τότε εἴσῃ σαφῶς, ἡλίκον τὸ ἀγαθόν. Ὁρᾷς πῶς διὰ πάντων αὐτοὺς ἐνάγει εἰς τὴν ταπεινοφροσύνην; Ἀφ' ὧν αὐτὸς ἐποίησε· Μάθετε γὰρ ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· ἀφ' ὧν αὐτοὶ κερδαίνειν μέλλουσιν· Εὑρήσετε γὰρ, φησὶν, ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἀφ' ὧν αὐτοῖς χαρίζεται· Ἀναπαύσω γὰρ ὑμᾶς κἀγὼ, φησίν· ἀφ' ὧν κοῦφον αὐτὸ κατεσκεύασεν· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Οὕτω καὶ Παῦλος ποιεῖ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται. Καὶ πῶς ἐλαφρὸν, φησὶ, τὸ φορτίον, ὅταν λέγῃ· Ἐὰν μή τις μισήσῃ πατέρα καὶ μητέρα· καὶ, Ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὃς οὐκ ἀποτάσσεται πᾶσιν αὐτοῦ τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής· ὅταν κελεύῃ καὶ αὐτὴν ἐκδιδόναι τὴν ψυχήν; ∆ιδασκέτω σε Παῦλος λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καὶ ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ∆ιδασκέτωσάν σε οἱ ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων μετὰ μυρίας μάστιγας ὑποστρέφοντες, καὶ χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ 57.432 ἀτιμασθῆναι. Εἰ δὲ ἔτι δέδοικας καὶ φρίττεις, τὸν ζυγὸν καὶ τὸ φορτίον ἀκούων, οὐ τῆς φύσεως τοῦ πράγματος ὁ φόβος, ἀλλὰ τῆς σῆς ῥᾳθυμίας· ὡς ἐὰν ᾖς παρεσκευασμένος καὶ προθυμίαν ἔχων, πάντα σοι ῥᾴδια ἔσται καὶ κοῦφα. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς δεικνὺς ὅτι δεῖ καὶ ἡμᾶς αὐτοὺς πονεῖν, οὐ τὰ χρηστὰ μόνον εἶπε, καὶ ἐσίγησεν, οὐδὲ τὰ φορτικὰ μόνον, ἀλλ' ἑκάτερα τέθεικε. Καὶ γὰρ ζυγὸν εἶπε, καὶ χρηστὸν ἐκάλεσε· καὶ φορτίον ὠνόμασε, καὶ ἐλαφρὸν προσέθηκεν· ἵνα μήτε ὡς ἐπίπονα φύγῃς, μήτε ὡς σφόδρα εὐκόλων καταφρονήσῃς. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα δύσκολον ἡ ἀρετὴ εἶναί σοι δοκεῖ, ἐννόησον ὅτι δυσκολώτερον ἡ κακία· ὅπερ οὖν καὶ αὐτὸ αἰνιττόμενος, οὐ πρότερον εἶπε, Λάβετε τὸν ζυγόν μου, ἀλλὰ πρῶτον, ∆εῦτε, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, δεικνὺς ὅτι καὶ ἡ ἁμαρτία κόπον ἔχει, καὶ φορτίον βαρὺ καὶ δυσβάστακτον. Οὐδὲ γὰρ, Κοπιῶντες, εἶπε μόνον, ἀλλὰ καὶ, Πεφορτισμένοι.