256
Τοῦτο καὶ ὁ Προφήτης ἔλεγε, τὴν φύσιν αὐτῆς ὑπογράφων· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Καὶ ὁ Ζαχαρίας δὲ ὑπογράφων αὐτὴν, μολίβδου τάλαντον αὐτὴν εἶναί φησι. Καὶ τοῦτο καὶ ἡ πεῖρα αὐτὴ δείκνυσιν. Οὐδὲν γὰρ οὕτω βαρεῖ ψυχὴν, [οὐδὲν οὕτω πηροῖ διάνοιαν] καὶ πιέζει κάτω, ὡς ἁμαρτίας συνειδός· οὐδὲν οὕτω πτεροῖ καὶ μετέωρον ποιεῖ ὡς δικαιοσύνης κτῆσις καὶ ἀρετῆς. Σκόπει δέ. Τί φορτικώτερον, εἰπέ μοι, τοῦ μηδὲν κεκτῆσθαι; τοῦ στρέψαι τὴν σιαγόνα, καὶ τυπτόμενον μὴ ἀντιτύπτειν; τοῦ ἀποθανεῖν βιαίῳ θανάτῳ; Ἀλλ' ὅμως ἐὰν φιλοσοφῶμεν, ταῦτα πάντα κοῦφα καὶ ῥᾴδια καὶ ἡδονῆς ποιητικά. Ἀλλὰ μὴ θορυβηθῆτε, ἀλλ' ἕκαστον αὐτῶν μετὰ ἀκριβείας ἐξετάσωμεν μεταχειρίσαντες· καὶ, εἰ βούλεσθε, τὸ πρῶτον τὸ καὶ πολλοῖς ἐπίπονον εἶναι δοκοῦν. Πότερον οὖν, εἰπέ μοι, βαρὺ καὶ ἐπαχθὲς, τὸ μίαν γαστέρα μεριμνᾷν, ἢ τὸ μυρίων φροντίζειν; τὸ ἓν περιβεβλῆσθαι ἱμάτιον καὶ μηδὲν πλέον ἐπιζητεῖν, ἢ τὸ πολλὰ ἔνδον ἔχοντα καθ' ἑκάστην ἡμέραν καὶ νύκτα κόπτεσθαι, δεδοικότα, τρέμοντα ὑπὲρ τῆς φυλακῆς, ἀλγοῦντα καὶ ἀγχόμενον ὑπὲρ τῆς ζημίας, μὴ σητόβρωτον γένηται, μὴ οἰκέτης ἀφελόμενος ἀπέλθῃ; Πλὴν ἀλλ' ὅσα ἂν εἴπω, οὐδὲν παραστήσει τοιοῦτον ὁ λόγος, οἷον ἡ τῶν πραγμάτων πεῖρα. ∆ιὸ ἐβουλόμην τινὰ τῶν εἰς ἐκείνην φθασάντων τὴν κορυφὴν τῆς φιλοσοφίας ἡμῖν παρεῖναι, καὶ τότε σαφῶς ἂν εἶδες τοῦ πράγματος τὴν ἡδονήν· καὶ ὡς οὐκ ἄν τις ἂν ἐδέξατο ἐκείνων τῶν ἐρώντων ἀκτημοσύνης, μυρίων παρεχόντων πλουτεῖν. Οὗτοι δὲ κατεδέξαντο ἄν ποτε γενέσθαι πένητες, φησὶ, καὶ ῥῖψαι τὰς φροντίδας ἃς ἔχουσι; Καὶ τί τοῦτο; Τῆς γὰρ ἀνοίας αὐτῶν καὶ τοῦ χαλεποῦ νοσήματος τοῦτο δεῖγμα, οὐ τοῦ τὸ πρᾶγμα ἥδιστον εἶναι. δʹ. Καὶ τοῦτο καὶ αὐτοὶ μαρτυρήσαιεν ἂν ἡμῖν, οἱ καθ' ἑκάστην ἡμέραν ἐπὶ ταύταις ἀποδυρόμενοι ταῖς φροντίσι, καὶ τὸν βίον ἀβίωτον εἶναι νομίζοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως, ἀλλὰ γελῶσι, σκιρτῶσι, καὶ τῶν τὸ διάδημα περικειμένων μᾶλλον ἐπὶ τῇ πενίᾳ καλλωπίζονται. Πάλιν τὸ στρέψαι τὴν σιαγόνα τοῦ πλῆξαι ἕτερον κουφότερον τῷ προσέχοντι· ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁ πόλεμος λαμβάνει, ἐνταῦθα δὲ λύσιν· καὶ ἐκείνῳ μὲν καὶ τὴν ἑτέρου πυρὰν ἀνῆψας, τούτῳ δὲ καὶ τὴν σαυτοῦ φλόγα ἔσβεσας. Ὅτι δὲ τὸ μὴ καίεσθαι τοῦ καίεσθαι ἥδιον, παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο, 57.433 πολλῷ μᾶλλον ἐπὶ ψυχῆς. Τί δὲ κουφότερον, ἀγωνίζεσθαι, ἢ στεφανοῦσθαι; πυκτεύειν, ἢ τὸ βραβεῖον ἔχειν; καὶ κυμάτων ἀνέχεσθαι, ἢ εἰς λιμένα καταίρειν; Οὐκοῦν καὶ τὸ ἀποθανεῖν τοῦ ζῇν βέλτιον. Τοῦτο μὲν γὰρ ἐξάγει τῶν κλυδωνίων καὶ τῶν κινδύνων· ἐκεῖνο δὲ προστίθησι, καὶ ὑπεύθυνον ποιεῖ μυρίαις ἐπιβουλαῖς καὶ ἀνάγκαις, δι' ἃς ἀβίωτον εἶναι τὸν βίον ἐνόμισας. Εἰ δὲ ἀπιστεῖς τοῖς λεγομένοις, ἄκουσον τῶν ἑωρακότων τὰ πρόσωπα τῶν μαρτύρων ἐν τῷ καιρῷ τῶν ἀγώνων, πῶς μαστιζόμενοι καὶ ξεόμενοι, περιχαρεῖς ἦσαν καὶ φαιδροὶ, καὶ τῶν ἐπὶ ῥοδωνιᾶς κατακεκλιμένων ἐπὶ τηγάνων προκείμενοι μᾶλλον ἔχαιρον καὶ εὐφραίνοντο. ∆ιὸ καὶ Παῦλος ἔλεγε, μέλλων ἐντεῦθεν ἀπιέναι καὶ καταλύειν βιαίῳ θανάτῳ τὴν ζωήν· Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἶδες μεθ' ὅσης ὑπερβολῆς τὴν οἰκουμένην ἅπασαν ἐπὶ τὴν κοινωνίαν τῆς εὐφροσύνης καλεῖ; Οὕτω μέγα ἀγαθὸν ᾔδει τὴν ἐντεῦθεν ἀποδημίαν οὖσαν· οὕτω ποθεινὸν τὸν οὕτω φοβερὸν θάνατον, καὶ ἐπέραστον καὶ εὐχῆς ἄξιον. Ἀλλ' ὅτι μὲν ἡδὺς καὶ κοῦφος ὁ τῆς ἀρετῆς ζυγὸς, καὶ ἑτέρωθεν πολλαχόθεν δῆλον· λοιπὸν δὲ, εἰ δοκεῖ, καὶ τῆς ἁμαρτίας ἴδωμεν τὰ φορτία. Οὐκοῦν τοὺς πλεονέκτας εἰς μέσον ἀγάγωμεν, τοὺς καπήλους καὶ παλιγκαπήλους τῶν ἀναισχύντων συμβολαίων. Τί οὖν φορτικώτερον τῆς τοιαύτης πραγματείας γένοιτ' ἄν; πόσαι λύπαι, πόσαι φροντίδες, πόσα προσκρούσματα, πόσοι κίνδυνοι, πόσαι ἐπιβουλαὶ καὶ πόλεμοι καθ' ἑκάστην ἡμέραν τούτοις φύονται τοῖς κέρδεσι; πόσοι θόρυβοι καὶ ταραχαί; Ὥσπερ γὰρ τὴν θάλατταν οὐκ ἔστιν ἰδεῖν ποτε κυμάτων χωρὶς, οὕτως οὐδὲ τὴν τοιαύτην ψυχὴν φροντίδος καὶ ἀθυμίας καὶ φόβου καὶ ταραχῆς 57.434 ἐκτὸς, ἀλλὰ τὰ πρότερα