257
καταλαμβάνει τὰ δεύτερα, καὶ πάλιν ἕτερα ἔπεισι, καὶ τούτων οὐδέπω παυομένων ἕτερα κορυφοῦται. Ἀλλὰ τῶν λοιδόρων βούλει καὶ τῶν ἀκροχόλων τὰς ψυχὰς ἰδεῖν; Καὶ τί τῆς βασάνου ταύτης χεῖρον; τί τῶν τραυμάτων ὧν ἔχουσιν ἔνδον; τί τῆς καμίνου τῆς διηνεκῶς καιομένης, καὶ τῆς φλογὸς τῆς μηδέποτε σβεννυμένης; Ἀλλὰ τῶν φιλοσωμάτων καὶ τῇ παρούσῃ προστετηκότων ζωῇ; Καὶ τί ταύτης τῆς δουλείας χαλεπώτερον; Τὸν τοῦ Κάϊν βίον ζῶσι, τρόμῳ διηνεκεῖ συνόντες καὶ φόβῳ, καθ' ἕκαστον τῶν τελευτώντων, μᾶλλον τῶν ἐκείνοις προσηκόντων, τὴν οἰκείαν θρηνοῦντες τελευτήν. Τί δὲ τῶν πεφυσιωμένων ταραχωδέστερόν τε καὶ μανικώτερον; Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ἁπάντων γὰρ ἡ ἀνεξικακία μήτηρ τῶν ἀγαθῶν. Μὴ τοίνυν φοβηθῇς, μηδὲ ἀποπηδήσῃς τὸν πάντων σε τούτων κουφίζοντα ζυγὸν, ἀλλ' ὕπελθε μετὰ προθυμίας ἁπάσης αὐτὸν, καὶ τότε αὐτοῦ εἴσῃ σαφῶς τὴν ἡδονήν. Οὐδὲ γὰρ τρίβει σου τὸν αὐχένα, ἀλλ' εὐταξίας ἕνεκεν ἐπίκειται μόνης, καὶ τοῦ πεῖσαι βαδίζειν εὔρυθμα, καὶ πρὸς τὴν βασιλικήν σε ὁδὸν ἀγαγεῖν, καὶ τῶν ἑκατέρωθεν ἀπαλλάξαι κρημνῶν, καὶ ποιῆσαι μετ' εὐκολίας τὴν στενὴν βαδίσαι ὁδόν. Ἐπεὶ οὖν τοσαῦτα αὐτοῦ τὰ ἀγαθὰ, τοσαύτη ἡ ἀσφάλεια, τοσαύτη ἡ εὐφροσύνη, πάσῃ ψυχῇ, πάσῃ σπουδῇ τοῦτον ἕλκωμεν τὸν ζυγόν· ἵνα καὶ ἐνταῦθα ἀνάπαυσιν εὕρωμεν ταῖς ψυχαῖς ἡμῶν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.433 ΟΜΙΛΙΑ ΛΘʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ
τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπεί νασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
αʹ. Ὁ δὲ Λουκᾶς φησιν, Ἐν σαββάτῳ δευτεροπρώτῳ. Τί δέ ἐστιν ἐν
δευτεροπρώτῳ; Ὅταν διπλῆ ἡ ἀργία ᾖ, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέρας ἑορτῆς διαδεχομένης. Σάββατον γὰρ ἑκάστην ἀργίαν καλοῦσι. Καί τι δήποτε ἐκεῖθεν αὐτοὺς ἤγαγεν ὁ πάντα προειδὼς, εἰ μὴ ἐβούλετο λυθῆναι τὸ σάββατον; Ἐβούλετο μὲν, ἀλλ' οὐχ ἁπλῶς· διόπερ οὐδέποτε χωρὶς αἰτίας αὐτὸ λύει, ἀλλὰ διδοὺς προφάσεις εὐλόγους, ἵνα καὶ τὸν νόμον ἀναπαύσῃ, καὶ ἐκείνους μὴ πλήξῃ. Ἔστι δὲ ὅπου καὶ προηγουμένως αὐτὸ λύει, οὐ μετὰ περιστάσεως· ὡς ὅταν τὸν πηλὸν χρίῃ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ· ὡς ὅταν λέγῃ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ποιεῖ δὲ ταῦτα, τούτῳ μὲν δοξάζων τὸν ἑαυτοῦ Πατέρα, ἐκείνῳ δὲ τὴν ἀσθένειαν τῶν Ἰουδαίων παραμυθούμενος. Ὃ δὴ καὶ ἐνταῦθα κατασκευάζει, τὴν τῆς φύσεως ἀνάγκην προβαλλόμενος· καίτοιγε ἐπὶ τῶν ἁμαρτημάτων τῶν ὡμολογημένων οὐκ ἂν γένοιτό ποτε ἀπολογία. Οὔτε γὰρ ὁ φονεύων τὸν θυμὸν ἂν σχοίη προβαλέσθαι, οὔτε ὁ μοιχεύων τὴν ἐπιθυμίαν, μᾶλλον 57.434 δὲ οὐδὲ ἄλλην οὐδεμίαν αἰτίαν εἰπεῖν· ἐνταῦθα δὲ τὴν πεῖναν εἰπὼν, παντὸς ἀπήλλαξεν αὐτοὺς ἐγκλήματος. Σὺ δέ μοι θαύμασον τοὺς μαθητὰς, τοὺς οὕτω συνεσταλμένους καὶ μηδένα τῶν σωματικῶν ποιουμένους λόγον, ἀλλὰ πάρεργον τιθεμένους τὴν τῆς σαρκὸς τράπεζαν, καὶ λιμῷ μαχομένους διηνεκεῖ, καὶ οὐδὲ οὕτως ἀφισταμένους. Εἰ γὰρ μὴ ἠνάγκαζεν αὐτοὺς σφόδρα τὸ πεινᾷν, οὐκ ἂν οὐδὲ τοῦτο ἐποίησαν. Τί οὖν οἱ Φαρισαῖοι; Ἰδόντες, φησὶν, εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. Ἐνταῦθα μὲν οὐ πάνυ σφοδρῶς (καίτοιγε ἀκόλουθον ἦν τοῦτο)· ἀλλ' ὅμως οὐ σφόδρα παροξύνονται, ἀλλ' ἐγκαλοῦσιν ἁπλῶς. Ὅτε δὲ τὴν χεῖρα τὴν ξηρὰν ἐξέτεινε καὶ διώρθωσε, τότε οὕτως ἐξεθηριώθησαν, ὡς καὶ περὶ σφαγῆς αὐτοῦ βουλεύεσθαι καὶ ἀναιρέσεως. Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον,