258
ἡσυχάζουσιν· ἔνθα δὲ ὁρῶσί τινας σωζομένους, ἀγριαίνουσι καὶ ταράττονται, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων σωτηρίας εἰσί. Πῶς οὖν ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἰησοῦς; Οὐκ ἀνέγνωτε, φησὶ, τί ἐποίησε ∆αυῒδ ἐν τῷ ἱερῷ, ὅτε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ' αὐτοῦ πάντες; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν 57.435 αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ' αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν; Ὅταν μὲν γὰρ ὑπὲρ τῶν μαθητῶν ἀπολογῆται, τὸν ∆αυῒδ εἰς μέσον παράγει· ὅταν δὲ ὑπὲρ ἑαυτοῦ, τὸν Πατέρα. Καὶ ὅρα πῶς ἐπιπληκτικῶς· Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυΐδ; Καὶ γὰρ πολλὴ τοῦ Προφήτου ἦν ἡ δόξα, ὡς καὶ Πέτρον μετὰ ταῦτα ἀπολογούμενον πρὸς Ἰουδαίους οὕτως εἰπεῖν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου ∆αυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. ∆ιατί δὲ αὐτὸν οὐχὶ μετὰ τοῦ ἀξιώματος καλεῖ, οὔτε ἐνταῦθα, οὔτε μετὰ ταῦτα; Ἴσως ἐπειδὴ ἐκεῖθεν τὸ γένος κατῆγεν. Εἰ μὲν οὖν συγγνωμονικοί τινες ἦσαν, ἐπὶ τὸ πάθος ἂν τῆς πείνης τὸν λόγον ἤγαγεν· ἐπειδὴ δὲ μιαροὶ καὶ ἀπάνθρωποι, καὶ ἱστορίαν αὐτοῖς ἀναγινώσκει. Ὁ δὲ Μάρκος, Ἐπὶ Ἀβιάθαρ τοῦἀρχιερέως, φησὶν, οὐκ ἐναντία λέγων τῇ ἱστορίᾳ, ἀλλὰ δεικνὺς ὅτι διώνυμος ἦν· καὶ προστίθησιν ὅτι ἐκεῖνος ἔδωκεν αὐτῷ· δεικνὺς καὶ ἐντεῦθεν μεγάλην οὖσαν ἀπολογίαν, ὅπου γε καὶ ὁ ἱερεὺς ἐπέτρεψε· καὶ οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ διηκονήσατο. Μὴ γάρ μοι λέγε, ὅτι προφήτης ἦν ὁ ∆αυΐδ· οὐδὲ γὰρ οὕτως ἐξῆν, ἀλλὰ τῶν ἱερέων ἦν τὸ προτέρημα· διὸ καὶ προσέθηκεν, Εἰ μὴ τοῖς ἱερεῦσι μόνοις. Εἰ γὰρ καὶ μυριάκις ἦν προφήτης, ἀλλ' οὐχ ἱερεύς· εἰ δὲ καὶ ἐκεῖνος προφήτης, ἀλλ' οὐχὶ καὶ οἱ μετ' αὐτοῦ· καὶ γὰρ καὶ ἐκείνοις ἔδωκε. Τί οὖν; φησίν· ἴσον ∆αυῒδ καὶ οὗτοι; Τί μοι λέγεις ἀξίαν, ὅπου νόμου παράβασις εἶναι δοκεῖ, κἂν φύσεώς ἐστιν ἀνάγκη; Καὶ γὰρ καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἀπήλλαξε τῶν ἐγκλημάτων, ὅταν ὁ μείζων φαίνηται τὸ αὐτὸ πεποιηκώς. βʹ. Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; φησίν· οὐ γὰρ δὴ σάββατον ἐκεῖνος παρέβη. Τὸ μεῖζόν μοι λέγεις, καὶ ὃ μάλιστα δείκνυσι τοῦ Χριστοῦ τὴν σοφίαν, ὅτι τὸ σάββατον ἀφεὶς, ἕτερον ὑπόδειγμα φέρει τοῦ σαββάτου μεῖζον. Οὐδὲ γὰρ ἴσον, παραβῆναι ἡμέραν, καὶ τῆς ἱερᾶς ἐκείνης ἅψασθαι τραπέζης, ἧς μηδενὶ θέμις ἦν. Τὸ μὲν γὰρ σάββατον καὶ ἐλύθη πολλάκις, μᾶλλον δὲ ἀεὶ λύεται, καὶ ἐν τῇ περιτομῇ, καὶ ἐν ἑτέροις πλείοσιν ἔργοις· καὶ ἐν τῇ Ἰεριχῶ δὲ τὸ αὐτὸ γενόμενον ἴδοι τις ἄν· τοῦτο δὲ τότε μόνον ἐγένετο. Ὥστε ἀπὸ τοῦ πλείονος ἡ νίκη. Πῶς οὖν οὐδεὶς ἐνεκάλεσε τῷ ∆αυῒδ, καίτοι καὶ τούτου μεῖζον ἔγκλημα ἕτερον ἦν, τὸ τοῦ φόνου τῶν ἱερέων ἐντεῦθεν λαβὸν τὴν ἀρχήν; Ἀλλ' οὐ τίθησιν αὐτό· πρὸς γὰρ τὸ προκείμενον ἵσταται μόνον. Εἶτα πάλιν καὶ ἑτέρως αὐτὸ λύει. Ἐν ἀρχῇ μὲν γὰρ τὸν ∆αυῒδ παρήγαγε, τῷ ἀξιώματι τοῦ προσώπου καταστέλλων αὐτῶν τὴν ἀπόνοιαν· ἐπειδὴ δὲ αὐτοὺς ἐπεστόμισε, καὶ τὴν ἀλαζονείαν καθεῖλε, τότε καὶ τὴν κυριωτέραν ἐπάγει λύσιν. Ποία δὲ ἦν αὕτη; Οὐκ οἴδατε, ὅτι ἐν τῷ ἱερῷ οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσιν; Ἐκεῖ μὲν γὰρ, φησὶν, ἡ περίστασις τὴν λύσιν ἐποίησεν· ἐνταῦθα δὲ καὶ χωρὶς περιστάσεως ἡ λύσις. Ἀλλ' οὐκ εὐθέως οὕτως ἔλυσεν· ἀλλὰ πρῶτον κατὰ συγγνώμην, εἶτα κατὰ ἔνστασιν. Τὸ γὰρ ἰσχυρότερον ὕστερον ἐπάγειν ἐχρῆν, καίτοιγε καὶ τὸ πρότερον τὴν οἰκείαν εἶχε δύναμιν. Μὴ γάρ μοι λέγε, ὅτι οὐκ ἔστιν ἀπηλλάχθαι ἐγκλήματος, τὸ καὶ ἕτερον τὸ αὐτὸ ἁμαρτάνοντα εἰς μέσον ἐνεγκεῖν. Ὅταν γὰρ μὴ ἐγκαλῆται ὁ πεποιηκὼς, νόμος ἀπολογίας γίνεται τὸ τολμηθέν. Πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ τὸ κυριώτερον ἐπάγει λέγων, ὅτι οὐδὲ ἁμάρτημά ἐστι 57.436 τὸ γεγενημένον· ὅπερ μάλιστα λαμπρᾶς νίκης ἦν, τὸ δεῖξαι τὸν νόμον ἑαυτὸν παραλύοντα, καὶ διπλῇ τοῦτο ποιοῦντα, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ σαββάτου· μᾶλλον δὲ καὶ τριπλῇ, τῷ καὶ διπλοῦν τὸ ἔργον γενέσθαι, καὶ μετὰ τούτου καὶ ἕτερον, τὸ ὑπὸ τῶν ἱερέων· καὶ τὸ δὴ μεῖζον, τὸ μηδὲ ἔγκλημα εἶναι· Ἀναίτιοι γὰρ, φησὶν, εἰσίν. Εἶδες πόσα τέθεικε; τὸν τόπον· Ἐν τῷ ἱερῷ γάρ φησι· τὸ πρόσωπον· οἱ ἱερεῖς γάρ· τὸν καιρόν· Τὸ σάββατον γάρ φησι· τὸ πρᾶγμα αὐτό· Βεβηλοῦσι γάρ· οὐδὲ