259
γὰρ εἶπε, Λύουσιν, ἀλλὰ τὸ φορτικώτερον, Βεβηλοῦσι· τὸ μὴ μόνον μὴ δίκην διδόναι, ἀλλὰ καὶ αἰτίας ἀπηλλάχθαι· Ἀναίτιοι γάρ εἰσι. Μὴ δὴ νομίσητε τοῦτο ὅμοιον εἶναι, φησὶ, τῷ προτέρῳ. Ἐκεῖνο μὲν γὰρ καὶ ἅπαξ γέγονε, καὶ οὐχ ὑπὸ ἱερέως, καὶ ἀνάγκης ἦν· διὰ τοῦτο καὶ συγγνώμης ἐγένοντο ἄξιοι· τοῦτο δὲ καὶ καθ' ἕκαστον σάββατον, καὶ ὑπὸ ἱερέων, καὶ ἐν ἱερῷ, καὶ κατὰ νόμον. ∆ιόπερ οὐδὲ κατὰ συγγνώμην, ἀλλὰ κατὰ νόμον εἰσὶν ἀπηλλαγμένοι τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ ἐγκαλῶν ταῦτα εἶπον, φησὶν, οὐδὲ κατὰ συγγνώμην αὐτοὺς αἰτίας ἀπαλλάττων, ἀλλὰ κατὰ τὸν τοῦ δικαίου λόγον. Καὶ δοκεῖ μὲν ὑπὲρ ἐκείνων ἀπολογεῖσθαι, τούτους δὲ ἐλευθεροῖ τῶν ἐγκλημάτων. Ὅταν γὰρ εἴπῃ· Ἀναίτιοί εἰσιν ἐκεῖνοι· Πολλῷ μᾶλλον οὗτοι, φησίν. Ἀλλ' οὐκ εἰσὶν ἱερεῖς. Ἀλλ' ἱερέων μείζους. Αὐτὸς γὰρ πάρεστιν ἐνταῦθα ὁ τοῦ ἱεροῦ ∆εσπότης· ἡ ἀλήθεια, οὐχ ὁ τύπος. ∆ιὸ καὶ ἔλεγε· Λέγω δὲ ὑμῖν, ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. Ἀλλ' ὅμως τηλικαῦτα ἀκούσαντες, οὐδὲν εἶπον· οὐ γὰρ ἦν σωτηρία ἀνθρώπου τὸ προκείμενον. Εἶτα ἐπειδὴ βαρὺ τοῖς ἀκούουσιν ἐδόκει εἶναι, ταχέως αὐτὸ συνεκάλυψε, πάλιν ἐπὶ συγγνώμην τὸν λόγον ἄγων, καὶ μετὰ ἐπιπλήξεως καὶ οὕτω λέγων. Εἰ δὲ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. Εἶδες πῶς πάλιν ἐπὶ συγγνώμην ἄγει τὸν λόγον, καὶ πάλιν συγγνώμης ἀνωτέρους ἀποφαίνει; Οὐ γὰρ ἂν κατεδικάσατε, φησὶ, τοὺς ἀναιτίους. Τὸ μὲν πρότερον συνήγαγε τὸ τῶν ἱερέων εἰς τὸ αὐτὸ λέγων, Ἀναίτιοί εἰσι. Τοῦτο δὲ ἀφ' ἑαυτοῦ τίθησι· μᾶλλον δὲ καὶ τοῦτο ἀπὸ τοῦ νόμου· προφητικὴν γὰρ ἀνέγνω ῥῆσιν. γʹ. Εἶτα καὶ ἄλλην αἰτίαν λέγει· Κύριος γὰρ, φησὶν, ἐστὶ τοῦ σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου, περὶ ἑαυτοῦ λέγων. Ὁ δὲ Μάρκος καὶ περὶ τῆς κοινῆς φύσεως αὐτὸν τοῦτο εἰρηκέναι φησίν· ἔλεγε γάρ· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον. Τίνος οὖν ἕνεκεν ἐκολάζετο ὁ τὰ ξύλα συνάγων; Ὅτι εἰ ἔμελλον καὶ ἐν ἀρχῇ καταφρονεῖσθαι οἱ νόμοι, σχολῇ γ' ἂν ὕστερον ἐφυλάχθησαν. Καὶ γὰρ πολλὰ ὠφέλει παρὰ τὴν ἀρχὴν τὸ σάββατον καὶ μεγάλα· οἷον, ἡμέρους ἐποίει πρὸς τοὺς οἰκείους εἶναι καὶ φιλανθρώπους· ἐδίδασκεν αὐτοὺς τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν δημιουργίαν· ὅπερ φησὶν ὁ Ἰεζεχιήλ· ἐπαίδευσεν αὐτοὺς κατὰ μικρὸν ἀπέχεσθαι πονηρίας, καὶ τοῖς πνευματικοῖς προσέχειν παρεσκεύαζεν. Ἐπειδὴ γὰρ, τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, εἰ εἶπε, Τὰ μὲν ἀγαθὰ πράττετε ἐν τῷ σαββάτῳ, τὰ δὲ κακὰ μὴ ποιεῖτε, οὐκ ἂν ἠνέσχοντο· ἁπάντων ὁμοίως ἀπεῖργε· Μηδὲν γὰρ ποιήσητε, 57.437 φησί· καὶ οὐδὲ οὕτω κατείχοντο. Αὐτὸς δὲ καὶ τὸν νόμον διδοὺς τὸν τοῦ σαββάτου, καὶ οὕτως ᾐνίξατο, ὅτι τῶν πονηρῶν αὐτοὺς ἀπέχεσθαι βούλεται μόνον. Μηδὲν γὰρ ποιήσητε, φησὶ, πλὴν ὧν ποιηθήσεται ψυχῇ. Καὶ ἐν τῷ ἱερῷ δὲ πάντα ἐγίνετο, καὶ μετὰ πλείονος τῆς σπουδῆς, καὶ διπλασίονος τῆς ἐργασίας. Οὕτω καὶ δι' αὐτῆς τῆς σκιᾶς τὴν ἀλήθειαν αὐτοῖς παρήνοιγε. Τοσοῦτον οὖν κέρδος, φησὶν, ἔλυσεν ὁ Χριστός; Μὴ γένοιτο· ἀλλὰ καὶ σφόδρα ἐπέτεινε. Καιρὸς γὰρ ἦν διὰ τῶν ὑψηλοτέρων αὐτοὺς πάντα παιδεύεσθαι, καὶ οὐκ ἔδει δεδέσθαι τὰς χεῖρας τοῦ πονηρίας μὲν ἀπηλλαγμένου, πρὸς δὲ τὰ ἀγαθὰ πάντα ἐπτερωμένου· οὐδὲ ἐντεῦθεν μανθάνειν, ὅτι ὁ Θεὸς ἅπαντα ἐποίησεν· οὐδὲ ἐντεῦθεν ἡμέρους εἶναι τοὺς πρὸς αὐτὴν τοῦ Θεοῦ τῆς φιλανθρωπίας τὴν μίμησιν καλουμένους· (Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·) οὐδὲ μίαν ἡμέραν ἑορτάζειν τοὺς πάντα τὸν βίον ἑορτὴν ἄγειν κελευομένους· (Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας·) οὐδὲ γὰρ παρὰ κιβωτὸν ἑστάναι καὶ θυσιαστήριον χρυσοῦν τοὺς αὐτὸν τὸν πάντων ∆εσπότην ἔνοικον ἔχοντας, καὶ διὰ πάντων ὁμιλοῦντας αὐτῷ, καὶ δι' εὐχῆς, καὶ διὰ προσφορᾶς, καὶ διὰ Γραφῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ τοῦ ἔχειν αὐτὸν ἔνδον. Τί τοίνυν σαββάτου χρεία τῷ διαπαντὸς ἑορτάζοντι, τῷ πολιτευομένῳ ἐν οὐρανῷ; Ἑορτάζωμεν τοίνυν διηνεκῶς, καὶ μηδὲν πονηρὸν πράττωμεν· τοῦτο γὰρ ἑορτή· ἀλλ' ἐπιτεινέσθω μὲν τὰ