260
πνευματικὰ, καὶ παραχωρείτω τὰ ἐπίγεια, καὶ ἀργῶμεν ἀργίαν πνευματικὴν, τὰς χεῖρας πλεονεξίας ἀφιστῶντες, τὸ σῶμα τῶν περιττῶν καὶ ἀνονήτων ἀπαλλάττοντες καμάτων, καὶ ὧν ἐν Αἰγύπτῳ ὑπέμεινε τότε ὁ τῶν Ἑβραίων δῆμος. Οὐδὲν γὰρ διαφέρομεν οἱ χρυσίον συνάγοντες τῶν τῷ πηλῷ προσδεδεμένων, καὶ τὴν πλίνθον ἐκείνην ἐργαζομένων, καὶ ἄχυρα συλλεγόντων, καὶ μαστιζομένων. Καὶ γὰρ καὶ νῦν ὁ διάβολος ἐπιτάττει πλινθουργεῖν, καθάπερ τότε ὁ Φαραώ. Τί γάρ ἐστιν ἄλλο τὸ χρυσίον ἢ πηλός; τί δὲ ἄλλο τὸ ἀργύριον ἢ ἄχυρον; Ὡς ἄχυρα γοῦν ἀνάπτει τῆς ἐπιθυμίας τὴν φλόγα, ὡς πηλὸς οὕτω ῥυποῖ τὸν ἔχοντα ὁ χρυσός. ∆ιὰ τοῦτο ἔπεμψεν ἡμῖν οὐ Μωϋσέα ἐξ ἐρήμου, ἀλλὰ τὸν Υἱὸν ἐξ οὐρανοῦ. Ἂν τοίνυν μετὰ τὸ ἐλθεῖν αὐτὸν μείνῃς ἐν Αἰγύπτῳ, πείσῃ τὰ τῶν Αἰγυπτίων· ἂν δὲ ἀφεὶς ἐκείνην ἀναβῇς μετὰ τοῦ πνευματικοῦ Ἰσραὴλ, ὄψει τὰ θαύματα ἅπαντα. δʹ. Πλὴν οὐδὲ τοῦτο ἀρκεῖ εἰς σωτηρίαν. Οὐδὲ γὰρ ἐξ Αἰγύπτου δεῖ μόνον ἀπαλλαγῆναι, ἀλλὰ καὶ εἰς τὴν ἐπαγγελίαν εἰσελθεῖν. Ἐπεὶ καὶ Ἰουδαῖοι, καθὼς ὁ Παῦλός φησι, καὶ διὰ τῆς Ἐρυθρᾶς διῆλθον, καὶ μάννα ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον, ἀλλ' ὅμως πάντες ἀπώλοντο. Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, μὴ ὀκνῶμεν, μηδὲ ἀναδυώμεθα· ἀλλ' ὅταν ἀκούσῃς πονηρῶν καὶ νῦν κατασκόπων διαβαλλόντων τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν, καὶ λεγόντων ἅπερ εἶπον τότε ἐκεῖνοι οἱ κα 57.438 τάσκοποι, μὴ τὸν δῆμον τὸν πολὺν, ἀλλὰ τὸν Ἰησοῦν ζηλώσωμεν, τὸν Χάλεβ τὸν τοῦ Ἰεφονῆ παῖδα· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἐπιλάβῃ τῆς ἐπαγγελίας, καὶ τῶν οὐρανῶν ἐπιβῇς. Μηδὲ δύσκολον τὴν ὁδοιπορίαν νομίσῃς εἶναι. Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Ἀλλὰ στενὴ καὶ τεθλιμμένη, φησὶν, ἡ ὁδὸς αὕτη. Ἀλλ' ἡ προτέρα, δι' ἧς διῆλθες, οὐ στενὴ καὶ τεθλιμμένη μόνον, ἀλλὰ καὶ ἄβατος, καὶ θηρίων ἀγρίων γέμουσα. Καὶ ὥσπερ οὐκ ἦν διὰ τῆς Ἐρυθρᾶς διαβῆναι θαλάσσης, εἰ μὴ τὸ θαῦμα ἐκεῖνο ἐγένετο, οὕτως οὐκ ἦν ἐν τῷ προτέρῳ βίῳ μείναντας εἰς τὸν οὐρανὸν ἀνελθεῖν, εἰ μὴ τὸ βάπτισμα μέσον ἐφάνη. Εἰ δὲ τὸ ἀδύνατον γέγονε δυνατὸν, πολλῷ μᾶλλον τὸ δύσκολον ἔσται ῥᾴδιον. Ἀλλ' ἐκεῖνο, φησὶ, χάριτος μόνον ἦν. ∆ιὰ γὰρ τοῦτο μάλιστα δίκαιος ἂν εἴης θαῤῥεῖν. Εἰ γὰρ ἔνθα χάρις ἦν μόνη, συνήργησεν, ἔνθα καὶ πόνους ἐπιδείκνυσθε, οὐ πολλῷ μᾶλλον συμπράξει; εἰ ἀργοῦντα ἔσωσεν, οὐ πολλῷ μᾶλλον ἐργαζομένῳ βοηθήσει; Ἀνωτέρω μὲν οὖν ἔλεγον, ὅτι ἀπὸ τῶν ἀδυνάτων καὶ τοῖς δυσκόλοις ὀφείλεις θαῤῥεῖν· νυνὶ δὲ ἐκεῖνο ἐρῶ, ὅτι ἐὰν νήφωμεν, οὐδὲ δύσκολα ταῦτα ἔσται. Ὅρα γάρ· θάνατος πεπάτηται, διάβολος κατέπεσεν, ὁ νόμος τῆς ἁμαρτίας ἐσβέσθη, τοῦ Πνεύματος ἡ χάρις ἐδόθη, ἡ ζωὴ εἰς ὀλίγον συνεστάλη, τὰ φορτικὰ ἐπιτέτμηται. Καὶ ἵνα μάθῃς ταῦτα καὶ διὰ τῶν ἔργων αὐτῶν, σκόπει πόσοι ὑπερηκόντισαν τὰ προστάγματα τοῦ Χριστοῦ· σὺ δὲ καὶ τὸ μέτρον αὐτὸ δέδοικας; Ποίαν οὖν ἕξεις ἀπολογίαν, ὅταν ἑτέρων ὑπὲρ τὰ σκάμματα πηδώντων, ὀκνῇς πρὸς τὰ νενομισμένα αὐτός; Σοὶ μὲν γὰρ παραινοῦμεν ἐλεημοσύνην διδόναι ἀπὸ τῶν ὄντων, ἕτερος δὲ καὶ τὰ ὄντα ἅπαντα ἀπεδύσατο· σὲ σωφρόνως ζῇν ἀξιοῦμεν μετὰ τῆς γυναικὸς, ἕτερος δὲ οὐδὲ ὡμίλησε γάμῳ· καὶ σὲ μὲν παρακαλοῦμεν μὴ βάσκανον εἶναι, ἕτερον δὲ ἔχομεν καὶ τὴν ψυχὴν ὑπὲρ ἀγάπης ἐπιδιδόντα τὴν ἑαυτοῦ· καὶ σὲ μὲν παρακαλοῦμεν συγγνωμονικὸν εἶναι καὶ μὴ βαρὺν τοῖς ἁμαρτάνουσιν, ἄλλος δὲ ῥαπιζόμενος καὶ τὴν ἑτέραν ἔστρεψε σιαγόνα. Τί οὖν ἐροῦμεν, εἰπέ μοι; τί δὲ ἀπολογησόμεθα, μηδὲ ταῦτα ποιοῦντες, ἑτέρων τοσοῦτον ὑπερβαινόντων ἡμᾶς; οὐκ ἂν δὲ ὑπερέβησαν, εἰ μὴ πολλὴ τοῦ πράγματος ἦν ἡ εὐκολία. Τίς γὰρ τήκεται, ὁ φθονῶν τοῖς ἑτέρων ἀγαθοῖς ἢ ὁ συνηδόμενος καὶ χαίρων; τίς ὑποπτεύει πάντα καὶ τρέμει διηνεκῶς, ὁ σώφρων, ἢ ὁ μοιχεύων; τίς ἐν ἐλπίσιν εὐφραίνεται χρησταῖς, ὁ ἁρπάζων ἢ ὁ ἐλεῶν καὶ τῶν ἑαυτοῦ μεταδιδοὺς τῷ δεομένῳ; Ταῦτ' οὖν ἐννοοῦντες, μὴ ναρκῶμεν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς δρόμους, ἀλλὰ μετὰ προθυμίας ἁπάσης ἀποδυσάμενοι πρὸς τὰ καλὰ ταῦτα παλαίσματα, ὀλίγον κάμωμεν χρόνον, ἵνα τοὺς διηνεκεῖς καὶ