261
ἀμαράντους λάβωμεν στεφάνους· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
57.439 ΟΜΙΛΙΑ Μʹ. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγω γὴν αὐτῶν· καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν.
αʹ. Πάλιν ἐν σαββάτῳ θεραπεύει, ὑπὲρ τῶν παρὰ τῶν μαθητῶν γεγενημένων
ἀπολογούμενος. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταί φασιν, ὅτι ἔστησε τὸν ἄνθρωπον μέσον, καὶ ἠρώτησεν αὐτοὺς, εἰ ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι. Θέα τὴν εὐσπλαγχνίαν τοῦ ∆εσπότου. Ἔστησεν αὐτὸν μέσον, ἵνα τῇ ὄψει αὐτοὺς ἐπικάμψῃ· ἵνα κατακλασθέντες τῇ θέᾳ τὴν πονηρίαν ἐκβάλωσι, καὶ τὸν ἄνθρωπον αἰδεσθέντες, παύσωνται τῆς θηριωδίας. Ἀλλ' οἱ ἀτίθασσοι καὶ μισάνθρωποι μᾶλλον αἱροῦνται τοῦ Χριστοῦ βλάψαι τὴν δόξαν, ἢ τοῦτον ἰδεῖν σωζόμενον, ἑκατέρωθεν ἐνδεικνύμενοι τὴν πονηρίαν, καὶ τῷ πολεμεῖν τῷ Χριστῷ, καὶ τῷ μετὰ φιλονεικίας τοσαύτης, ὡς καὶ ταῖς ἑτέρων εὐεργεσίαις ἐπηρεάζειν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταί φασιν, ὅτι αὐτὸς ἠρώτησεν· οὗτος δὲ, ὅτι ἠρωτήθη. Καὶ ἐπηρώτησαν αὐτὸν, φησὶ, λέγοντες, εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Εἰκὸς δὲ ἀμφότερα γεγενῆσθαι. Μιαροὶ γὰρ ὄντες, καὶ εἰδότες ὅτι ἥξει πάντως ἐπὶ τὴν ἰατρείαν, τῇ πεύσει προκαταλαβεῖν αὐτὸν ἔσπευδον, προσδοκῶντες ταύτῃ κωλύειν. ∆ιὸ καὶ ἠρώτων, Εἰ ἔξεστι τοῖς σάββασι θεραπεῦσαι· οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα κατηγορήσωσι. Καίτοιγε ἤρκει τὸ ἔργον, εἴ γε ἐβούλοντο κατηγορεῖν· ἀλλὰ καὶ διὰ ῥημάτων ἤθελον λαβὴν εὑρεῖν, ἀφθονίαν ἑαυτοῖς λημμάτων προπαρασκευάζοντες. Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο ποιεῖ, καὶ ἀποκρίνεται, παιδεύων τὴν οἰκείαν ἡμερότητα, καὶ εἰς αὐτοὺς περιτρέπων τὸ πᾶν, καὶ δείκνυσιν αὐτῶν τὴν ἀπανθρωπίαν. Καὶ ἵστησι τὸν ἄνθρωπον μέσον· οὐχὶ δεδοικὼς αὐτοὺς, ἀλλ' ὠφελῆσαι σπεύδων, καὶ εἰς ἔλεον ἐμβαλεῖν. Ὡς δὲ οὐδὲ οὕτως ἐπέκαμψε, τότε ἐλυπήθη, φησὶ, καὶ ὠργίσθη αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδῖας αὐτῶν, καί φησι· Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἓν, καὶ ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; Ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν. Ἵνα γὰρ μὴ ἔχωσιν ἀναισχυντεῖν, μηδὲ παράβασιν πάλιν ἐγκαλεῖν, συλλογίζεται αὐτοὺς διὰ τοῦ παραδείγματος τούτου. Σὺ δέ μοι σκόπει, πῶς ποικίλως καὶ καταλλήλως πανταχοῦ τὰς ἀπολογίας ἐπάγει τὰς περὶ τῆς λύσεως τοῦ σαββάτου. Ἐπὶ μὲν γὰρ τοῦ τυφλοῦ οὐδὲ ἀπολογεῖται αὐτοῖς, ὅτε τὸν πηλὸν ἐποίησε· καίτοι καὶ τότε ἐνεκάλουν, ἀλλ' ἤρκει τῆς δημιουργίας ὁ τρόπος δεῖξαι τοῦ νόμου τὸν ∆εσπότην. Ἐπὶ δὲ τοῦ παραλύτου, ἡνίκα τὴν κλίνην ἐβάστασε, καὶ ἐνεκάλουν, νῦν μὲν ὡς Θεὸς, νῦν δὲ ὡς ἄνθρωπος ἀπολογεῖται· ὡς ἄνθρωπος μὲν, ὅταν λέγῃ, Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος (καὶ οὐκ εἶπεν, Ἵνα ὠφεληθῇ ἄνθρωπος), ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα; ὡς δὲ Θεὸς, ὅταν λέγῃ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὑπὲρ δὲ τῶν μαθητῶν ἐγκαλούμενος ἔλεγεν· Οὐκ ἀνέγνωτε τί ἐποίησε ∆αυῒδ, ὅτε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως 57.440 ἔφαγε; Καὶ τοὺς ἱερεῖς εἰς μέσον παράγει. Καὶ ἐνταῦθα πάλιν, ὅτι Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; Τίς ἐξ ὑμῶν ἕξει πρόβατον ἕν; Ἤδει γὰρ αὐτῶν τὸ φιλοχρήματον, ὅτι τοῦτο μᾶλλον ἦσαν ἢ φιλάνθρωποι. Καίτοι ὁ ἄλλος Εὐαγγελιστής φησιν, ὅτι καὶ περιεβλέψατο ταῦτα ἐρωτῶν, ὥστε καὶ τῷ ὄμματι αὐτοὺς ἐπισπάσασθαι· ἀλλ' οὐδὲ οὕτως ἐγένοντο βελτίους. Καίτοι ἐνταῦθα φθέγγεται μόνον, ἀλλαχοῦ δὲ πολλαχοῦ καὶ χεῖρας