263
μαινομένους; Ἄπαγε· ἀλλ' ὅταν τὰ αὐτοῦ ἐπιδείξηται, τότε καὶ ἐκεῖνα ἐργάσεται. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι· καθάπερ καὶ ὁ Παῦλός φησιν· Ἕτοιμοι ὄντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. Τί δέ ἐστιν, Ὅταν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν; Ὅταν τὰ παρ' ἑαυτοῦ πάντα πληρώσῃ, φησὶ, τότε καὶ τὴν ἐκδίκησιν ἐπάξει, καὶ ἐκδίκησιν τελείαν. Τότε τὰ δεινὰ πείσονται, ὅταν λαμπρὸν στῇ τὸ τρόπαιον, καὶ νικήσῃ τὰ παρ' αὐτοῦ δικαιώματα, καὶ μηδὲ ἀναίσχυντον αὐτοῖς καταλίπῃ ἀντιλογίας πρόφασιν. Οἶδε γὰρ κρίσιν τὴν δικαιοσύνην λέγειν. Ἀλλ' οὐκ ἐν τούτῳ στήσεται τὰ τῆς οἰκονομίας, ἐν τῷ κολασθῆναι τοὺς ἀπιστήσαντας μόνον· ἀλλὰ καὶ τὴν οἰκουμένην ἐπισπάσεται. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Εἶτα ἵνα μάθῃς, ὅτι καὶ τοῦτο κατὰ γνώμην ἐστὶ τοῦ Πατρὸς, ἐν τῷ προοιμίῳ ὁ προφήτης καὶ τοῦτο μετὰ τῶν ἔμπροσθεν ἐνεγγυήσατο, εἰπών· Ὁ ἀγαπητός μου, εἰς ὂν εὐδόκησεν ἡ ψυχή μου. Ὁ γὰρ ἀγαπητὸς εὔδηλον ὅτι κατὰ γνώμην τοῦ φιλουμένου καὶ ταῦτα ἐποίει. Τότε προσήνεγκαν αὐτῷ δαιμονιζόμενον, τυφλὸν καὶ κωφὸν καὶ ἐθεράπευσεν αὐτὸν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν. γʹ. Ὦ πονηρία δαίμονος! Ἑκατέραν εἴσοδον ἐνέφραξε, δι' ἧς ἔμελλε πιστεύειν ἐκεῖνος, καὶ ὄψιν καὶ ἀκοήν· ἀλλ' ὅμως ἑκατέρας ὁ Χριστὸς ἀνέῳξε. Καὶ ἐξίσταντο οἱ ὄχλοι λέγοντες· Μήτι οὗτός ἐστιν ὁ υἱὸς ∆αυΐδ; 57.442 Οἱ δὲ Φαρισαῖοι εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Καίτοι τί μέγα ἐφθέγξαντο; Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἤνεγκαν· οὕτως, ὅπερ ἔφθην εἰπὼν, ἀεὶ ταῖς τῶν πλησίον δάκνονται εὐεργεσίαις, καὶ οὐδὲν αὐτοὺς οὕτω λυπεῖ ὡς ἡ τῶν ἀνθρώπων σωτηρία. Καίτοι καὶ ἀνεχώρησε, καὶ λωφῆσαι ἔδωκε τῷ πάθει· ἀλλὰ πάλιν ἀνήπτετο τὸ κακὸν, ἐπειδὴ πάλιν εὐεργεσία ἐγένετο· καὶ μᾶλλον τοῦ δαίμονος ἠγανάκτουν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐξίστατο τοῦ σώματος, καὶ ἀνεχώρει, καὶ ἐδραπέτευε, μηδὲν φθεγγόμενος· οὗτοι δὲ νῦν μὲν ἀνελεῖν ἐπεχείρουν, νῦν δὲ διαβάλλειν. Ἐπειδὴ γὰρ ἐκεῖνο οὐ προεχώρει, τὴν δόξαν ἤθελον βλάψαι. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων. Ὁ μὲν γὰρ μοιχὸς κἂν ἡδονὴν καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ τὴν ἁμαρτίαν ἀπαρτίζει τὴν ἑαυτοῦ· ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύεται τῆς ἁμαρτίας, ἀλλ' ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκῶς. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμονες βλάβῃ τῇ ἡμετέρᾳ· οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά· καὶ οὐ σκοπεῖ τί ἂν αὐτῷ γένοιτο ἡδὺ, ἀλλὰ τί τῷ πλησίον λυπηρόν. Τούτους οὖν οὐ καταλεύειν καὶ ἀποτυμπανίζειν ἄξιον, ὡς κύνας λυττῶντας, ὡς δαίμονας ἀλάστορας, ὡς αὐτὰς τὰς ἐρινῦς; Καθάπερ γὰρ οἱ κάνθαροι τρέφονται τῇ κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέρων δυσημερίαις, κοινοί τινες ἐχθροὶ καὶ πολέμιοι τῆς φύσεως ὄντες. Καὶ οἱ μὲν ἄλλοι ἄλογον σφαττόμενον ἐλεοῦσι· σὺ δὲ ἄνθρωπον ὁρῶν εὐεργετούμενον, ἐκθηριοῦσαι καὶ τρέμεις καὶ ὠχριᾷς; Καὶ τί ταύτης τῆς μανίας χεῖρον γένοιτ' ἄν; ∆ιά τοι τοῦτο πόρνοι μὲν καὶ τελῶναι εἰς βασιλείαν ἠδυνήθησαν εἰσελθεῖν· οἱ δὲ βάσκανοι ἔνδον ὄντες, ἐξῆλθον. Οἱ γὰρ υἱοὶ τῆς βασιλείας, φησὶν, ἔξω βληθήσονται. Κἀκεῖνοι μὲν τῆς ἐν χερσὶν ἀπαλλαγέντες πονηρίας, ὧν οὐδέποτε προσεδόκησαν ἐπέτυχον· οὗτοι δὲ καὶ ἃ εἶχον ἀγαθὰ ἀπώλεσαν· καὶ μάλα εἰκότως. Τοῦτο γὰρ διάβολον ἐξ ἀνθρώπου ποιεῖ· τοῦτο δαίμονα ἄγριον ἀπεργάζεται. Οὕτως ὁ πρῶτος φόνος ἐγένετο· οὕτως ἡ φύσις ἠγνοήθη· οὕτως ἡ γῆ ἐμολύνθη· οὕτω μετὰ ταῦτα τὸ στόμα ἀνοίξασα ζῶντας ὑπεδέξατο καὶ ἀπώλεσε τοὺς περὶ ∆αθὰν καὶ Κορὲ καὶ Ἀβειρὼν, καὶ τὸν δῆμον ἐκεῖνον ἅπαντα. Ἀλλὰ τὸ μὲν κατηγορεῖν βασκανίας εἴποι τις ἂν ῥᾴδιον εἶναι· δεῖ δὲ σκοπεῖν καὶ ὅπως ἀπαλλαγήσονται τοῦ νοσήματος. Πῶς οὖν ἀπαλλαγησόμεθα τῆς πονηρίας ταύτης; Ἂν ἐννοήσωμεν, ὅτι ὥσπερ τῷ