264
πεπορνευκότι οὐ θέμις εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, οὕτως οὐδὲ τῷ βασκαίνοντι· καὶ πολλῷ μᾶλλον τούτῳ ἢ ἐκείνῳ. Νῦν μὲν γὰρ καὶ ἀδιάφορον εἶναι δοκεῖ· διὸ καὶ ἠμέληται· ἂν δὲ φανερὸν γένηται πονηρὸν ὂν, ἀποστησόμεθα ῥᾳδίως. Κλαῦσον τοίνυν καὶ στέναξον· θρήνησον καὶ παρακάλεσον τὸν Θεόν. Μάθε ὡς περὶ ἁμαρτήματος χαλεποῦ διακεῖσθαι καὶ μετανοεῖν. Κἂν οὕτω διατεθῇς, ταχέως ἀπαλλαγήσῃ τοῦ νοσήματος. Καὶ τίς ἀγνοεῖ, 57.443 φησὶν, ὅτι πονηρὸν ἡ βασκανία; Ἀγνοεῖ μὲν οὐδείς· οὐ μὴν τὴν αὑτὴν περὶ πορνείας καὶ μοιχείας ἔχουσι δόξαν, καὶ περὶ τοῦ πάθους τούτου. Πότε γοῦν ἑαυτοῦ τις κατέγνω πικρῶς βασκήνας; πότε Θεὸν ἠξίωσεν ὑπὲρ τούτου τοῦ νοσήματος, ὥστε γενέσθαι αὐτῷ ἵλεων; Οὐδεὶς οὐδέποτε· ἀλλ' εἰ νηστεύσει καὶ πένητι δῷ μικρὸν ἀργύριον, κἂν μυριάκις βάσκανος ᾖ, οὐδὲν ἡγεῖται πεποιηκέναι δεινὸν, τῷ πάντων μιαρωτέρῳ κατεχόμενος πάθει. Πόθεν γοῦν ὁ Κάϊν τοιοῦτος ἐγένετο; πόθεν ὁ Ἡσαῦ; πόθεν οἱ τοῦ Λάβαν παῖδες; πόθεν οἱ τοῦ Ἰακὼβ υἱοί; πόθεν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών; πόθεν Μαρία; πόθεν Ἀαρών; πόθεν αὐτὸς ὁ διάβολος; δʹ. Μετὰ τούτων κἀκεῖνο ἐννόει, ὅτι οὐ τὸν φθονούμενον ἀδικεῖς, ἀλλὰ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; Οὐκ ἐκεῖνον μὲν ταχύτερον καὶ ἄκων εἰς βασιλείαν παρέπεμψεν, ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς. Τί τὸν Ἰακὼβ ἔβλαψεν ὁ Ἡσαῦ; οὐχὶ ὁ μὲν ἐπλούτει καὶ μυρίων ἀπέλαυεν ἀγαθῶν, αὐτὸς δὲ καὶ τῆς πατρῴας οἰκίας ἐξέπιπτε, καὶ ἐν ἀλλοτρίᾳ ἐπλανᾶτο μετὰ τὴν ἐπιβουλὴν ἐκείνην; Τί δὲ οἱ παῖδες τούτου τὸν Ἰωσὴφ ἐποίησαν χείρω, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς γέγονε τῆς Αἰγύπτου ἁπάσης; Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ γίνῃ μειζόνων πρόξενος ἀγαθῶν τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ ταῦτα ἐφορῶν· καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, αὐτὸν μὲν ἐπαίρει μᾶλλον καὶ ποιεῖ λαμπρὸν ταύτῃ, σὲ δὲ κολάζει. Εἰ γὰρ τοὺς ἐφηδομένους τοῖς ἐχθροῖς οὐκ ἀφίησιν ἀτιμωρητὶ παρελθεῖν, Μὴ ἐπίχαιρε γὰρ, φησὶν, ἐπὶ πτώματι ἐχθρῶν σου, μή ποτε ἴδῃ ὁ Θεὸς, καὶ οὐ μὴ ἀρέσῃ αὐτῷ· πολλῷ μᾶλλον τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Ἐκκόψωμεν τοίνυν τὸ πολυκέφαλον θηρίον. Καὶ γὰρ πολλὰ τὰ εἴδη τῆς βασκανίας. Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν οὐδὲν πλέον ἔχει τοῦ τελώνου, ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται τὴν γέενναν, τῶν ἐθνικῶν χείρων γινόμενος; ∆ιὸ καὶ σφόδρα ὀδυνῶμαι, ὅτι οἱ τοὺς ἀγγέλους, μᾶλλον δὲ τῶν ἀγγέλων τὸν ∆εσπότην μιμεῖσθαι κελευόμενοι, τὸν διάβολον ζηλοῦμεν. Καὶ γὰρ πολλὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ ἡ βασκανία μᾶλλον δὲ ἐν ἡμῖν ἢ ἐν τοῖς ἀρχομένοις. ∆ιὸ καὶ ἡμῖν αὐτοῖς διαλεκτέον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασκαίνεις τῷ πλησίον; Ὅτι τιμῆς ἀπολαύοντα βλέπεις καὶ χρηστῶν ῥημάτων; Εἶτα οὐκ ἐννοεῖς πόσον φέρουσι κακὸν αἱ τιμαὶ τοῖς μὴ προσέχουσιν; εἰς κενοδοξίαν αἴρουσαι, εἰς τῦφον, εἰς ἀπόνοιαν, εἰς ὑπεροψίαν, ῥᾳθυμοτέρους ποιοῦσαι· καὶ μετὰ τούτων τῶν κακῶν καὶ μαραίνονται ῥᾳδίως. Τὸ γὰρ δὴ χαλεπώτατον τοῦτο, ὅτι τὰ μὲν ἐξ αὐτοῦ κακὰ ἀθάνατα μένει· ἡ δὲ ἡδονὴ ὁμοῦ τε ἐφάνη καὶ ἀπέπτη. ∆ιὰ ταῦτα οὖν βασκαίνεις; εἰπέ μοι. Ἀλλ' ἐξουσίαν ἔχει παρὰ τῷ κρατοῦντι πολλὴν, καὶ ἄγει καὶ φέρει πάντα ὅποι θέλει, καὶ τοὺς προσκρούοντας λυπεῖ, καὶ τοὺς κολακεύοντας εὐεργετεῖ, καὶ πολλὴν ἔχει δύναμιν. Βιωτικῶν ταῦτα τὰ ῥήματα, καὶ τῶν τῇ γῇ προσηλωμένων ἀνθρώπων ἐστί. Τὸν γὰρ πνευματικὸν οὐδὲν λυπῆσαι δυνήσεται. Τί γὰρ αὐτῷ ἐργάσεται δεινόν; ἀποχειροτονήσει τῆς ἀξίας; Καὶ τί τοῦτο; Ἂν μὲν γὰρ δικαίως, καὶ ὠφελεῖται· οὐδὲν γὰρ οὕτω παροξύνει Θεὸν, ὡς τὸ παρ' ἀξίαν ἱερᾶσθαι· ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν ἐπὶ 57.444 ἐκεῖνον, οὐκ ἐπὶ τοῦτον χωρεῖ· ὁ γὰρ ἀδίκως τι παθὼν, καὶ γενναίως ἐνεγκὼν, πλείονα ταύτῃ κτᾶται πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν. Μὴ τοίνυν τοῦτο σκοπῶμεν, ὅπως ὦμεν ἐν δυναστείαις, καὶ ἐν τιμαῖς, καὶ ἐν ἐξουσίαις, ἀλλ' ὅπως ὦμεν ἐν ἀρετῇ καὶ φιλοσοφίᾳ. Ὡς αἵ γε ἐξουσίαι πολλὰ τῶν τῷ Θεῷ μὴ