265
δοκούντων ποιεῖν πείθουσι, καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς, ὥστε τῇ ἐξουσίᾳ εἰς δέον χρήσασθαι. Ὁ μὲν γὰρ ἀπεστερημένος αὐτῆς, καὶ ἑκὼν καὶ ἄκων φιλοσοφεῖ· ὁ δὲ ἀπολαύων αὐτῆς, τοιοῦτόν τι πάσχει, οἷον ἂν εἴ τις κόρῃ συνοικῶν εὐειδεῖ καὶ καλῇ, νόμους δέξαιτο μηδέποτε εἰς αὐτὴν ἰδεῖν ἀκολάστως. Τοιοῦτον γὰρ ἡ ἐξουσία. ∆ιὸ πολλοὺς καὶ ἄκοντας εἰς τὸ ὑβρίζειν ἐνέβαλε, καὶ θυμὸν ἤγειρε, καὶ χαλινὸν γλώττης ἀφεῖλε, καὶ θύραν ἀνέσπασε στόματος, ὥσπερ ὑπὸ πνεύματος τὴν ψυχὴν ἀναῤῥιπίζουσα, καὶ εἰς τὸν ἔσχατον τῶν κακῶν βυθὸν καταποντίζουσα τὸ σκάφος. Τὸν οὖν ἐν τοσούτῳ κινδύνῳ θαυμάζεις, καὶ ζηλωτὸν εἶναι φῄς; καὶ πόσης ταῦτα ἀνοίας; Ἐννόησον γοῦν μετὰ τῶν εἰρημένων, πόσους ἐχθροὺς καὶ κατηγόρους, πόσους δὲ κόλακας οὗτος ἔχει πολιορκοῦντας αὐτόν. Ταῦτ' οὖν, εἰπέ μοι, μακαρισμῶν ἄξια; Καὶ τίς ἂν τοῦτο εἴποι; Ἀλλὰ παρὰ τῷ λαῷ, φησὶν, εὐδοκιμεῖ. Καὶ τί τοῦτο; Οὐ γὰρ δὴ ὁ λαός ἐστιν ὁ Θεὸς, ᾧ μέλλει τὰς εὐθύνας ὑπέχειν. Ὥστε ὅταν λαὸν εἴπῃς, οὐδὲν ἄλλο λέγεις, ἢ προβόλους ἑτέρους, καὶ σκοπέλους, καὶ ὑφάλους, καὶ σπιλάδας. Τὸ γὰρ εὐδοκιμεῖν ἐν δήμῳ, ὅσῳ λαμπρότερον ποιεῖ, τοσούτῳ μείζους ἔχει τοὺς κινδύνους, τὰς φροντίδας, τὰς ἀθυμίας. Ἀναπνεῦσαι γὰρ ὁ τοιοῦτος ἢ στῆναι οὐ δύναται ὅλως, οὕτω πικρὸν ἔχων δεσπότην. Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι; Κἂν μυρία κατορθώματα ἔχῃ ὁ τοιοῦτος, δυσκόλως εἰς βασιλείαν εἰσέρχεται. Οὐδὲν γὰρ οὕτως ἐκτραχηλιάζειν εἴωθεν, ὡς ἡ παρὰ τῶν πολλῶν δόξα, δειλοὺς, ἀγεννεῖς, κόλακας, ὑποκριτὰς ποιοῦσα. Τίνος γοῦν ἕνεκεν οἱ Φαρισαῖοι τὸν Χριστὸν ἔλεγον δαιμονᾷν; οὐκ ἐπειδὴ τῆς παρὰ τῶν πολλῶν ἐπεθύμουν δόξης; Πόθεν δὲ οἱ πολλοὶ τὴν ὀρθὴν περὶ αὐτοῦ ἔφερον ψῆφον; Οὐκ ἐπειδὴ τούτῳ οὐ κατείχοντο τῷ νοσήματι; Οὐδὲν γὰρ, οὐδὲν οὕτω ποιεῖ παρανόμους καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν πολλῶν κεχηνέναι δόξαν· οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους, ὡς τὸ ταύτης ὑπερορᾷν. ∆ιὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν εὐημερῇ, πάντων ἑαυτὸν προτίθησι· καὶ ὅταν τἀναντία ὑπομείνῃ, κατορύξαι ἑαυτὸν βούλεται· καὶ τοῦτο αὐτῷ καὶ γέεννα καὶ βασιλεία, ὅταν ὑποβρύχιος ὑπὸ τοῦ πάθους γένηται τούτου. εʹ. Ταῦτα οὖν φθόνων ἄξια, εἰπέ μοι; ἀλλ' οὐχὶ θρήνων καὶ δακρύων; Παντί που δῆλον. Σὺ δὲ ταὐτὸν ποιεῖς φθονῶν τῷ οὕτως εὐδοκιμοῦντι, ὥσπερ ἂν εἴ τις δεδεμένον ἰδὼν καὶ μεμαστιγωμένον καὶ ὑπὸ μυρίων ἑλκόμενον θηρίων, ἐβάσκαινεν αὐτῷ τῶν τραυμάτων καὶ μαστίγων. Καὶ γὰρ ὅσους ἂν ἀνθρώπους ὁ δῆμος ἔχῃ, τοσούτους καὶ οὗτος δεσμοὺς, τοσούτους δεσπότας· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ διάφορον τούτων ἕκαστος γνώμην ἔχει, καὶ τὰ ἐπιόντα περὶ τοῦ δουλεύοντος αὐτοῖς ψηφίζονται πάντες, οὐδὲν βασανίζοντες, ἀλλ' ἅπερ ἂν τῷ δεῖνι δόξῃ καὶ τῷ δεῖνι, ταῦτα καὶ αὐτοὶ κυροῦντες. Ποίων οὖν ταῦτα κυμάτων, ποίου κλύδωνος οὐ χαλεπώτερα; Καὶ γὰρ καὶ φυσᾶται ἀθρόον ὑπὸ τῆς ἡδονῆς ὁ τοιοῦτος, καὶ βαπτίζεται πάλιν εὐκόλως, ἐν ἀνωμαλίᾳ 57.445 μὲν ἀεὶ, ἐν ἡσυχίᾳ δὲ οὐδέποτε ὤν. Πρὸ μὲν γὰρ τοῦ θεάτρου καὶ τῶν ἐν τῷ λέγειν ἀγώνων, ἐν ἀγωνίᾳ καὶ τρόμῳ κατέχεται· μετὰ δὲ τὸ θέατρον, ἢ ἀποτέθνηκεν ἀπὸ τῆς ἀθυμίας, ἢ χαίρει πάλιν ἀμέτρως· ὅπερ λύπης ἐστὶ χαλεπώτερον. Ὅτι γὰρ ἡδονὴ λύπης οὐκ ἔλαττόν ἐστι κακὸν, δῆλον ἀφ' ὧν τὴν ψυχὴν διατίθησι· καὶ γὰρ καὶ κούφην ποιεῖ καὶ μετέωρον καὶ ἀνεπτερωμένην. Καὶ τοῦτο καὶ ἀπὸ τῶν προτέρων ἀνδρῶν ἔστιν ἰδεῖν. Πότε γοῦν καλὸς ἦν ὁ ∆αυΐδ; ὅτε ἔχαιρεν, ἢ ὅτε ἐν στενοχωρίᾳ ἦν; Πότε τῶν Ἰουδαίων ὁ δῆμος; ὅτε ἔστενον καὶ τὸν Θεὸν ἐκάλουν, ἢ ὅτε ἔχαιρον ἐπὶ τῆς ἐρήμου, καὶ τὸν μόσχον προσεκύνουν; ∆ιὸ καὶ ὁ Σολομὼν, ὁ μάλιστα πάντων εἰδὼς τί ποτέ ἐστιν ἡδονὴ, φη 57.446 σίν· Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶκον γέλωτος. ∆ιὸ καὶ ὁ Χριστὸς τοὺς μὲν μακαρίζει λέγων, Μακάριοι οἱ πενθοῦντες· τοὺς δὲ ταλανίζειν Οὐαὶ γὰρ ὑμῖν, οἱ γελῶντες, ὅτι κλαύσετε. Καὶ μάλα εἰκότως. Ἐν μὲν γὰρ τρυφῇ χαυνοτέρα ἐστὶν ἡ ψυχὴ καὶ μαλακωτέρα· ἐν δὲ πένθει συνέσταλται καὶ σωφρονεῖ, καὶ τοῦ τῶν παθῶν