267
λύσις· δευτέρα δὲ μετ' ἐκείνην. ἡ περὶ τῶν μαθητῶν. Οὐδὲ γὰρ ἑνὶ μόνον ἀεὶ τρόπῳ, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ καταλύει τὰς ἀντιθέσεις αὐτῶν, ἐκ περιουσίας ἐπιστομίσαι βουλόμενος αὐτῶν τὴν ἀναισχυντίαν. Ὅπερ καὶ ἐπὶ τοῦ σαββάτου πεποίηκε, τὸν ∆αυῒδ φέρων εἰς μέσον, τοὺς ἱερέας, τὴν μαρτυρίαν τὴν λέγουσαν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, τὴν αἰτίαν τοῦ σαββάτου δι' ἢν γέγονε· ∆ιὰ γὰρ τὸν ἄνθρωπον, φησὶ, τὸ σάββατον. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ τὴν προτέραν ἐπὶ δευτέραν ἔρχεται λύσιν τῆς προτέρας σαφεστέραν. Εἰ γὰρ ἐγὼ, φησὶν, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; βʹ. Ὅρα κἀνταῦθα τὴν ἐπιείκειαν. Οὐ γὰρ εἶπεν, Οἱ μαθηταί μου, οὐδὲ, Οἱ ἀπόστολοι· ἀλλ', Οἱ υἱοὶ ὑμῶν, ἵν' εἰ μὲν βουληθεῖεν ἐπανελθεῖν πρὸς τὴν αὐτὴν ἐκείνοις εὐγένειαν, πολλὴν ἐντεῦθεν λάβωσι τὴν ἀφορμήν· εἰ δὲ ἀγνωμονοῖεν καὶ τοῖς αὐτοῖς ἐπιμένοιεν, μηδὲ ἀναίσχυντον λοιπὸν πρόφασιν ἔχωσιν εἰπεῖν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ἀπόστολοι ἐν τίνι ἐκβάλλουσι; Καὶ γὰρ ἦσαν ἐκβάλλοντες ἤδη, διὰ τὸ λαβεῖν ἐξουσίαν παρ' 57.447 αὐτοῦ, καὶ οὐδὲν αὐτοῖς ἐνεκάλουν οὗτοι· οὐ γὰρ πράγμασιν, ἀλλὰ προσώπῳ μόνον ἐμάχοντο. Θέλων τοίνυν δεῖξαι, ὅτι φθόνου ἦν τοῦ πρὸς αὐτὸν τὰ εἰρημένα μόνον, ἄγει τοὺς ἀποστόλους εἰς μέσον. Εἰ γὰρ ἐγὼ οὕτως ἐκβάλλω, πολλῷ μᾶλλον ἐκεῖνοι οἱ παρ' ἐμοῦ τὴν ἐξουσίαν λαβόντες. Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον εἰρήκατε αὐτοῖς. Πῶς οὖν ἐμοὶ τῷ κἀκείνοις αἰτίῳ τῶν γινομένων ταῦτα ἐγκαλεῖτε, ἐκείνους ἀπολύοντες τῶν ἐγκλημάτων; Οὐ μὴν τοῦτο ὑμᾶς ἐλευθερώσει τῆς τιμωρίας, ἀλλὰ καὶ καταδικάσει μειζόνως. ∆ιὰ τοῦτο καὶ ἐπήγαγεν· Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Ὅταν γὰρ ἐξ ὑμῶν ὄντες, καὶ ταῦτα μεμελετηκότες, καὶ πείθωνταί μοι καὶ ὑπακούωσιν, εὔδηλον ὅτι καὶ κατακρινοῦσι τοὺς τὰ ἐναντία καὶ ποιοῦντας καὶ λέγοντας. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Τί ἐστιν, Ἡ βασιλεία; Ἡ παρουσία ἡ ἐμή. Ὅρα πῶς πάλιν αὐτοὺς ἐφέλκεται καὶ θεραπεύει, καὶ πρὸς τὴν ἑαυτοῦ γνῶσιν ἐπισπᾶται, καὶ δείκνυσιν ὅτι τοῖς οἰκείοις πολεμοῦσιν ἀγαθοῖς, καὶ φιλονεικοῦσι κατὰ τῆς ἑαυτῶν σωτηρίας. ∆έον γὰρ χαίρειν, φησὶ, καὶ σκιρτᾷν, ὅτι τὰ μεγάλα καὶ ἀπόῤῥητα ἐκεῖνα παραγέγονε δωρούμενος τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα, καὶ τῆς εὐπραγίας ὑμῶν ἐφέστηκεν ὁ καιρός· ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, οὐ μόνον οὐ δεχόμενοι τὰ ἀγαθὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας. Ὁ μὲν οὖν Ματθαῖός φησιν· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω· ὁ δὲ Λουκᾶς, Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, δεικνὺς ὅτι μεγίστης δυνάμεως ἔργον ἐστὶ τὸ δαίμονας ἐκβάλλειν, καὶ οὐ τῆς τυχούσης χάριτος. Καὶ βούλεται μὲν ἀπὸ τούτων συλλογίσασθαι καὶ εἰπεῖν, ὅτι Εἰ δὲ τοῦτό ἐστιν, ἄρα ὁ Υἱὸς τοῦ Θεοῦ παραγέγονεν. Ἀλλὰ τοῦτο μὲν οὐ λέγει, συνεσκιασμένως δὲ, καὶ ὡς ἐκείνοις ἀνεπαχθὲς ἦν, αἰνίττεται αὐτῷ λέγων· Ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἶδες περιουσίαν σοφίας; ∆ι' ὧν ἐνεκάλουν, διὰ τούτων ἔδειξεν αὐτοῦ τὴν παρουσίαν ἐκλάμπουσαν. Εἶτα ἵνα ἐφελκύσηται, οὐκ εἶπεν ἁπλῶς, Ἔφθασεν ἡ βασιλεία, ἀλλ' ἐφ' ὑμᾶς· ὡσανεὶ ἔλεγεν· Ὑμῖν ἥκει τὰ ἀγαθά· διατί οὖν πρὸς τὰ οἰκεῖα καλὰ ἀηδῶς διάκεισθε; διατί τῇ ὑμῶν αὐτῶν πολεμεῖτε σωτηρίᾳ; Οὗτος ἐκεῖνος ὁ καιρὸς, ὃν πάλαι προὔλεγον οἱ προφῆται· τοῦτο τὸ σημεῖον τῆς παρουσίας τῆς παρ' αὐτῶν ᾀδομένης, τὸ ταῦτα γίνεσθαι θείᾳ δυνάμει. Ὅτι μὲν γὰρ γίνεται, καὶ ὑμεῖς ἴστε· ὅτι δὲ θείᾳ δυνάμει γίνεται, τὰ πράγματα βοᾷ. Οὔτε γὰρ δυνατὸν Σατανᾶν ἰσχυρότερον εἶναι νῦν, ἀλλ' ἀνάγκη πᾶσα ἀσθενῆ· τὸν δὲ ἀσθενοῦντα οὐκ ἔστιν ὡς ἰσχυρὸν ἐκβάλλειν τὸν ἰσχυρὸν δαίμονα. Ταῦτα δὲ ἔλεγε, τῆς ἀγάπης δεικνὺς τὴν δύναμιν, καὶ τῆς διαστάσεως καὶ τῆς φιλονεικίας τὴν ἀσθένειαν. ∆ιὸ καὶ αὐτὸς συνεχῶς τοῖς μαθηταῖς ἄνω καὶ κάτω περὶ ἀγάπης παρῄνει, καὶ ὅτι ὁ διάβολος ὑπὲρ τοῦ ταύτην ἀνελεῖν πάντα ποιεῖ. Εἰπὼν τοίνυν τὴν δευτέραν λύσιν, ἐπάγει καὶ τρίτην οὕτω λέγων· Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ