268
σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ; Ὅτι μὲν γὰρ οὐκ ἐγχωρεῖ Σατανᾶς Σατανᾶν ἐκβάλλειν, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἄλλως δυνατὸν ἐκβάλλειν, ἐὰν μὴ 57.448 πρότερον ἐκείνου περιγένηται, καὶ τοῦτο πᾶσίν ἐστιν ὡμολογημένον. Τί οὖν ἐκ τούτων συνίσταται; Τὸ ἔμπροσθεν εἰρημένον μετὰ πλείονος τῆς περιουσίας. Τοσοῦτον γὰρ ἀπέχω, φησὶ, συμμάχω χρήσασθαι τῷ διαβόλῳ, ὅτι καὶ πολεμῶ καὶ δεσμῶ· καὶ τούτου τεκμήριον, τὸ τὰ σκεύη αὐτοῦ διαρπάσαι. Ὅρα πῶς τοὐναντίον, οὗπερ ἐπεχείρουν ἐκεῖνοι κατασκεύασαι, ἀποδείκνυται. Ἐκεῖνοι μὲν γὰρ ἐβούλοντο δεῖξαι, ὅτι οὐκ ἰδίᾳ δυνάμει ἐκβάλλει δαίμονας· αὐτὸς δὲ δείκνυσιν, ὅτι οὐ μόνον τοὺς δαίμονας, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχηγέτην μετὰ πολλῆς τῆς ἐξουσίας δεδεμένον ἔχει, καὶ ἐκείνου πρὸ τούτων ἐκράτησεν ἰδίᾳ δυνάμει· καὶ δῆλον ἀπὸ τῶν γινομένων. Εἰ γὰρ ὁ μὲν ἄρχων ἐστὶν, οἱ δὲ ὑπόκεινται· πῶς ἂν, ἐκείνου μὴ ἡττηθέντος, μηδὲ ὑποκύψαντος, οὗτοι διηρπάγησαν; Ἐνταῦθα δέ μοι καὶ προφητεία δοκεῖ τὸ λεγόμενον εἶναι. Οὐ γὰρ δὴ μόνον οἱ δαίμονες σκεύη τοῦ διαβόλου, ἀλλὰ καὶ οἱ τὰ ἐκείνου πράττοντες ἄνθρωποι. ∆ηλῶν τοίνυν ὅτι οὐ δαίμονας ἐκβάλλει μόνον, ἀλλὰ καὶ τὴν πλάνην τῆς οἰκουμένης ἅπασαν ἀπελάσει, καὶ τὰς μαγγανείας αὐτοῦ καταλύσει, καὶ πάντα ἄχρηστα ποιήσει τὰ ἐκείνου, ταῦτα εἴρηκε. Καὶ οὐκ εἶπεν, Ἁρπάσει, ἀλλὰ, ∆ιαρπάσει· τὸ μετ' ἐξουσίας γινόμενον δηλῶν. γʹ. Ἰσχυρὸν δὲ αὐτὸν καλεῖ, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτός ἐστι· μὴ γένοιτο· ἀλλὰ τὴν ἔμπροσθεν δηλῶν τυραννίδα, τὴν ἐκ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας γεγενημένην. Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. Ἰδοὺ καὶ τετάρτη λύσις. Τί γὰρ ἐγὼ βούλομαι; φησί. Τῷ Θεῷ προσάγειν, ἀρετὴν διδάσκειν, βασιλείαν καταγγέλλειν. Τί δὲ ὁ διάβολος καὶ οἱ δαίμονες; Τἀναντία τούτοις. Πῶς οὖν ὁ μὴ μετ' ἐμοῦ συνάγων, μηδὲ μετ' ἐμοῦ ὢν, ἐμοὶ συμπράττειν ἔμελλε; Καὶ τί λέγω συμπράττειν; Τοὐναντίον δὲ, καὶ σκορπίζειν αὐτῷ ἐπιθυμία τὰ ἐμά. Ὁ τοίνυν μὴ μόνον μὴ συμπράττων, ἀλλὰ καὶ σκορπίζων, πῶς ἂν τοσαύτην πρὸς ἐμὲ ὁμόνοιαν ἐπεδείξατο, ὥστε μετ' ἐμοῦ τοὺς δαίμονας ἐκβάλλειν; Τοῦτο δὲ οὐ περὶ τοῦ διαβόλου μόνον, ἀλλὰ καὶ αὐτὸν περὶ ἑαυτοῦ εἰκὸς ὑποπτεύειν εἰρηκέναι, ὡς καὶ κατὰ τοῦ διαβόλου ὄντος, καὶ σκορπίζοντος τὰ ἐκείνου. Καὶ πῶς, φησὶν, ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστιν; Αὐτῷ τούτῳ τῷ μὴ συνάγειν. Εἰ δὲ τοῦτο ἀληθὲς, πολλῷ μᾶλλον ὁ κατ' αὐτοῦ ὤν. Εἰ γὰρ ὁ μὴ συμπράττων, ἐχθρὸς, πολλῷ μᾶλλον ὁ πολεμῶν. Ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ πολλὴν αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν καὶ ἄφατον οὖσαν. Εἰπὲ γάρ μοι, εἰ δέοι τινὶ πολεμῆσαι, ὁ μὴ βουλόμενός σοι συμμαχῆσαι, αὐτῷ τούτῳ οὐκ ἔστι κατὰ σοῦ; Εἰ δὲ ἀλλαχοῦ φησιν, Ὁ μὴ ὢν καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν, οὐκ ἔστιν ἐναντίον τούτῳ. Ἐνταῦθα γὰρ ἔδειξε κατ' αὐτῶν ὄντα, ἐκεῖ δὲ δείκνυσιν ἐν μέρει μετ' αὐτῶν ὄντα· Ἐν γὰρ τῷ ὀνόματί σου, φησὶν, ἐκβάλλουσι τὰ δαιμόνια. Ἐμοὶ δὲ δοκεῖ ἐνταῦθα καὶ Ἰουδαίους αἰνίττεσθαι, μετὰ τοῦ διαβόλου στήσας αὐτούς. Καὶ γὰρ καὶ αὐτοὶ κατ' αὐτοῦ ἦσαν, καὶ ἐσκόρπιζον ἃ συνήγαγεν. Ὅτι γὰρ καὶ αὐτοὺς ᾐνίττετο, ἐδήλωσεν οὕτως εἰπών· ∆ιὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις. Ἐπειδὴ γὰρ ἀπελογήσατο, καὶ τὴν ἀντίθεσιν ἔλυσε, καὶ ἀπέδειξεν ἀναισχυντοῦντας μάτην, φοβεῖ λοιπόν. Καὶ γὰρ καὶ τοῦτο συμβουλῆς οὐ 57.449 μικρὸν μέρος καὶ διορθώσεως, τὸ μὴ μόνον ἀπολογεῖσθαι καὶ πείθειν, ἀλλὰ καὶ ἀπειλεῖν, ὃ πολλαχοῦ ποιεῖ νομοθετῶν καὶ συμβουλεύων. Καὶ δοκεῖ μὲν ἀσάφειαν ἔχειν πολλὴν τὸ εἰρημένον; ἐὰν δὲ προσέχωμεν, εὔκολον ἕξει τὴν λύσιν. Πρότερον οὖν αὐτῶν ἐπακοῦσαι καλὸν τῶν ῥημάτων. Πᾶσα, φησὶν, ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται αὐτοῖς. Καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Τί τοίνυν ἐστὶν ὅ φησι; Πολλὰ κατ' ἐμοῦ