269
εἰρήκατε, ὅτι πλάνος, ὅτι ἀντίθεος. Ταῦτα ὑμῖν ἀφίημι μετανοοῦσι, καὶ οὐκ ἀπαιτῶ δίκας ὑμᾶς· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται, οὐδὲ μετανοοῦσι. Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Καὶ γὰρ καὶ αὕτη ἀφείθη μετανοοῦσι. Πολλοὶ γοῦν τῶν ταῦτα εἰρηκότων ἐπίστευσαν ὕστερον, καὶ πάντα αὐτοῖς ἀφείθη. Τί οὖν ἐστιν ὅ φησιν; Ὅτι ὑπὲρ πάντα αὕτη ἡ ἁμαρτία ἀσύγγνωστος. Τί δήποτε; Ὅτι αὐτὸν μὲν ἠγνόουν ὅστις ποτὲ ἦν· τοῦ δὲ Πνεύματος ἱκανὴν εἰλήφασι πεῖραν. Καὶ γὰρ οἱ προφῆται δι' αὐτοῦ ἐφθέγξαντο ἅπερ ἐφθέγξαντο, καὶ πάντες δὲ οἱ ἐν τῇ Παλαιᾷ μεγίστην περὶ αὐτοῦ εἶχον ἔννοιαν. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Ἔστω, ἐμοὶ προσπταίετε διὰ τὴν σάρκα τὴν περικειμένην· μὴ καὶ περὶ τοῦ Πνεύματος ἔχετε εἰπεῖν, ὅτι Ἀγνοοῦμεν αὐτό; ∆ιὰ δὴ τοῦτο ἀσύγγνωστος ὑμῖν ἔσται ἡ βλασφημία, καὶ ἐνταῦθα καὶ ἐκεῖ δώσετε δίκην. Πολλοὶ μὲν γὰρ ἐνταῦθα ἐκολάσθησαν μόνον, ὡς ὁ πεπορνευκὼς, ὡς οἱ ἀναξίως μετασχόντες μυστηρίων παρὰ Κορινθίοις· ὑμεῖς δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅσα μὲν οὖν ἐβλασφημήσατε κατ' ἐμοῦ πρὸ τοῦ σταυροῦ, ἀφίημι· καὶ αὐτὸ δὲ τοῦ σταυροῦ τὸ τόλμημα· καὶ ὑπὲρ τῆς ἀπιστίας οὐ κατακριθήσεσθε μόνης. (Οὐδὲ γὰρ οἱ πρὸ τοῦ σταυροῦ πιστεύσαντες πεπληρωμένην πίστιν εἶχον. Καὶ πολλαχοῦ δὲ παραγγέλλει μηδενὶ κατάδηλον αὐτὸν ποιεῖν πρὸ τοῦ πάθους· καὶ ἐν τῷ σταυρῷ ταύτην ἔλεγεν ἀφεθῆναι αὐτοῖς τὴν ἁμαρτίαν.) Ἃ δὲ περὶ τοῦ Πνεύματος εἰρήκατε, ταῦτα οὐχ ἕξει συγγνώμην. Ὅτι γὰρ περὶ τῶν εἰς αὐτὸν εἰρημένων πρὸ τοῦ σταυροῦ φησιν, ἐπήγαγεν· Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκέτι. ∆ιατί; Ὅτι τοῦτο γνώριμον ὑμῖν ἐστι, καὶ πρὸς τὰ δῆλα ἀναισχυντεῖτε. Εἰ γὰρ καὶ ἐμὲ λέγετε ἀγνοεῖν, οὐ δήπου κἀκεῖνο ἀγνοεῖτε, ὅτι τὸ δαίμονας ἐκβάλλειν καὶ ἰάσεις ἐπιτελεῖν τοῦ ἁγίου Πνεύματος ἔργον ἐστίν. Οὐκ ἄρα ἐμὲ ὑβρίζετε μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. ∆ιὸ καὶ ἀπαραίτητος ὑμῖν ἡ δίκη καὶ ἐνταῦθα καὶ ἐκεῖ. Καὶ γὰρ τῶν ἀνθρώπων οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ· οἱ δὲ ἐνταῦθα μόνον· οἱ δὲ ἐκεῖ μόνον· οἱ δὲ οὐδὲ ἐνταῦθα, οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς οὗτοι αὐτοί· (καὶ γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα τῆς πόλεως ἁλούσης· καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν·) ὡς οἱ Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί. Ἐκεῖ δὲ μόνον, ὡς ὁ πλούσιος ὁ 57.450 ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν. Ἐνταῦθα δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις. Οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι, ὡς οἱ προφῆται, ὡς ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως ἦν ἅπερ ἔπασχον, ἀλλ' ἀγώνων καὶ παλαισμάτων. δʹ. Σπουδάσωμεν τοίνυν τῆς τούτων γενέσθαι μερίδος, εἰ δὲ μὴ τούτων, κἂν τῶν ἐνταῦθα ἀπολουομένων τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν ἐκεῖνο τὸ κριτήριον, καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησον σαυτὸν εὐθύνας. Ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ἂν τοῦτο ποιῇς, ὁδῷ προβαίνων καὶ ἐπὶ στέφανον ἥξεις. Καὶ πῶς ἀπαιτήσομεν ἑαυτοὺς δίκην; φησί. Θρήνησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος. Οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις ἐν κατανύξει γέγονεν, οἶδεν ὅτι μάλιστα πάντων ἡ ψυχὴ τούτῳ κολάζεται. Εἴ τις γέγονεν ἐν ἁμαρτιῶν μνήμῃ, οἶδε τὴν ἐντεῦθεν ὀδύνην. ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν, τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι. Ὁ γὰρ τοῦτο ποιῶν οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἄξιον ἑαυτὸν εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ μοιχείας, μηδὲ ταῦτα τὰ δῆλα καὶ ὡμολογημένα παρὰ πᾶσιν· ἀλλὰ καὶ τὰς λαθραίους ἐπιβουλὰς, καὶ τὰς συκοφαντίας, καὶ τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα σύναγε. Οὐδὲ