270
γὰρ ταῦτα μικρὰν οἴσει κόλασιν. Καὶ γὰρ ὁ λοίδορος εἰς γέενναν ἐμπεσεῖται· καὶ ὁ μεθύων οὐδὲν ἔχειν κοινὸν πρὸς τὴν βασιλείαν· καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὕτω προσκρούει Θεῷ, ὡς μηδὲ μαρτυροῦντος αὐτοῦ ὠφελεῖσθαι· καὶ ὁ τῶν οἰκείων ἀμελῶν τὴν πίστιν ἤρνηται· καὶ ὁ πένητας περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν μικρὰ ταῦτα νόμιζε εἶναι, ἀλλὰ σύναγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ γράψῃς, ὁ Θεὸς ἐξαλείφει· ὥσπερ οὖν ἐὰν σὺ μὴ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει, καὶ δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι καὶ ἄνωθεν ἐξαλειφθῆναι, ἢ τοὐναντίον, ἡμῶν ἐπιλαθομένων, τὸν Θεὸν αὐτὰ πρὸ τῶν ὀφθαλμῶν ἐνεγκεῖν τῶν ἡμετέρων κατὰ τὴν ἡμέραν ἐκείνην. Ἵν' οὖν μὴ τοῦτο γένηται, πάντα μετὰ ἀκριβείας ἀναλογιζώμεθα, καὶ εὑρήσομεν πολλῶν ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας καθαρός; Μὴ γάρ μοι τὸ μέτρον εἴπῃς, ἀλλ' ὅτι καὶ ἐν τῷ μικρῷ τὴν αὐτὴν δώσομεν δίκην, τοῦτο ἐννόει, καὶ μετανόει. Τίς ὕβρεως ἀπήλλακται; τοῦτο δὲ εἰς γέενναν ἐμβάλλει. Τίς λάθρα τὸν πλησίον οὐκ ἐκακηγόρησε; [τοῦτο δὲ βασιλείας ἀποστερεῖ.] Τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος. Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσε; τοῦτο δὲ ἐκ τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ πλέον ἢ τοῦ πονηροῦ. Τίς οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; οὗτος 57.451 δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα μείζονα τούτων εἰπεῖν· ἀλλ' ἀρκεῖ καὶ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθινον ὄντα μηδὲ σφόδρα ἀναίσθητον εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν εἰς γέενναν ἐμβάλλει, πάντα ὁμοῦ συνελθόντα τί οὐκ ἐργάσεται; Πῶς οὖν ἔστι σωθῆναι; φησί. Τὰ ἀντίῤῥοπα τούτων φάρμακα ἐπιτιθέντας, ἐλεημοσύνην, εὐχὰς, κατάνυξιν, μετάνοιαν, ταπεινοφροσύνην, συντετριμμένην καρδίαν, ὑπεροψίαν τῶν ὄντων. Μυρίας γὰρ ὁδοὺς σωτηρίας ἔτεμεν ὁ Θεὸς, ἐὰν ἐθέλωμεν προσέχειν. Προσέχωμεν 57.452 τοίνυν, καὶ διὰ πάντων τὰ τραύματα ἐκκαθαίρωμεν, ἐλεοῦντες, ὀργὴν τοῖς λελυπηκόσιν ἀφιέντες, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ Θεῷ, νηστεύοντες κατὰ δύναμιν, εὐχόμενοι γνησίως, φίλους ἑαυτοῖς ποιοῦντες ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Οὕτω γὰρ δυνησόμεθα καὶ συγγνώμης ἐπὶ τοῖς πεπλημμελημένοις τυχεῖν, καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 57.451 ΟΜΙΛΙΑ ΜΒʹ. Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐ τοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. αʹ. Πάλιν ἑτέρως αὐτοὺς καταισχύνει, καὶ οὐκ ἀρκεῖται τοῖς προτέροις ἐλέγχοις. Τοῦτο δὲ ποιεῖ, οὐχ ἑαυτὸν ἀπαλλάττων ἐγκλημάτων (ἤρκει γὰρ τὸ πρότερον), ἀλλ' αὐτοὺς διορθῶσαι βουλόμενος. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδεὶς ὑμῶν οὔτε ἐμέμψατο τοῖς θεραπευθεῖσιν, ὡς οὐ θεραπευθεῖσιν, οὔτε εἶπεν, ὅτι πονηρὸν τὸ δαίμονος ἐλευθεροῦν. Εἰ γὰρ καὶ σφόδρα ἠναισχύντουν, οὐκ ἐδύναντο τοῦτο εἰπεῖν. Ἐπεὶ οὖν τοῖς μὲν ἔργοις οὐκ ἐπέσκηπτον, τὸν δὲ ταῦτα ἐργαζόμενον διέβαλλον· δείκνυσιν ὅτι καὶ παρὰ τοὺς κοινοὺς λογισμοὺς καὶ παρὰ τὴν τῶν πραγμάτων ἀκολουθίαν ἡ κατηγορία αὕτη. Ὅπερ ἐπιτεταμένης ἐστὶν ἀναισχυντίας, τὸ μὴ μόνον πονηρεύεσθαι, ἀλλὰ καὶ τοιαῦτα συντιθέναι, ἃ καὶ παρὰ τὰς κοινάς ἐστιν ἐννοίας. Καὶ ὅρα τὸ ἀφιλόνεικον. Οὐ γὰρ εἶπε· Ποιήσατε τὸ δένδρον καλὸν, ἐπειδὴ καὶ ὁ καρπὸς καλός· ἀλλὰ μεθ' ὑπερβολῆς αὐτοὺς ἐπιστομίζων, καὶ τὴν ἐπιείκειαν τὴν αὐτοῦ καὶ τὴν ἀναισχυντίαν τὴν ἐκείνων ἐνδεικνύμενός φησιν· Εἰ καὶ τῶν ἔργων βούλεσθε ἐπιλαβέσθαι, οὐδὲν κωλύω· μόνον μὴ ἀσύμφωνα, μηδὲ ἀνακόλουθα ἐγκαλεῖτε. Οὕτω γὰρ σαφέστερον ἁλίσκεσθαι ἔμελλον, πρὸς τὰ λίαν φανερὰ ἀναισχυντοῦντες. Ὥστε εἰκῆ πονηρεύεσθε, φησὶ, καὶ ἀνακόλουθα ἑαυτοῖς λέγετε. Καὶ γὰρ ἡ τοῦ δένδρου διάκρισις ἀπὸ τοῦ καρποῦ φαίνεται, οὐχ ὁ καρπὸς ἀπὸ