272
ἀνεπαχθέστερον τὸν λόγον ποιῶν. Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, φησὶν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως. Ἀργὸν δὲ, τὸ μὴ κατὰ πράγματος κείμενον, τὸ ψευδὲς, τὸ συκοφαντίαν ἔχον· τινὲς δέ φασιν, ὅτι καὶ τὸ μάταιον· οἷον, τὸ γέλωτα κινοῦν ἄτακτον, ἢ τὸ αἰσχρὸν καὶ ἀναίσχυντον καὶ ἀνελεύθερον. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Εἶδες πῶς ἀνεπαχθὲς τὸ δικαστήριον; πῶς ἥμεροι αἱ εὐθῦναι; Οὐ γὰρ ἐξ ὧν ἕτερος εἶπε περὶ σοῦ, ἀλλ' ἐξ ὧν αὐτὸς ἐφθέγξω, τὰς ψήφους ὁ δικαστὴς οἴσει· ὅπερ ἁπάντων ἐστὶ δικαιότατον. Καὶ γὰρ σὺ κύριος εἶ καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν. Οὐ τοίνυν τοὺς κακηγορουμένους ἀγωνιᾷν δεῖ καὶ τρέμειν, ἀλλὰ τοὺς κακηγοροῦντας. Οὐ γὰρ ἐκεῖνοι ἀναγκάζονται ἀπολογεῖσθαι ὑπὲρ ὧν κακῶς ἤκουσαν, ἀλλ' οὗτοι ὑπὲρ ὧν κακῶς εἶπον· καὶ τούτοις ἐπικρέμαται ὁ κίνδυνος ἅπας. Ὥστε τοὺς μὲν κακῶς ἀκούοντας ἀμερίμνους δεῖ εἶναι· οὐ γὰρ παρέξουσιν εὐθύνας ὧν ἕτεροι εἶπον κακῶς· τοὺς δὲ κακῶς εἰρηκότας ἀγωνιᾷν καὶ τρέμειν, ἅτε αὐτοὺς μέλλοντας εἰς τὸ δικαστήριον ὑπὲρ τούτων ἕλκεσθαι. Καὶ γὰρ διαβολικὴ αὕτη παγὶς, καὶ ἁμαρτία οὐδεμίαν ἔχουσα ἡδονὴν, ἀλλὰ βλάβην μόνον. Καὶ γὰρ πονηρὸν ἐν τῇ ψυχῇ θησαυρὸν ἀποτίθεται ὁ τοιοῦτος. Εἰ δὲ ὁ χυμὸν πονηρὸν ἔχων, αὐτὸς καρποῦται πρῶτον τὴν νόσον, πολλῷ μᾶλλον ὁ τὸ χολῆς πάσης πικρότερον, τὴν πονηρίαν, ἐν ἑαυτῷ θησαυρίζων, τὰ ἔσχατα πείσεται, χαλεπὴν συνάγων νόσον. Καὶ δῆλον ἐξ ὧν ἐρεύγεται. Εἰ γὰρ τοὺς ἄλλους οὕτω λυπεῖ, πολλῷ μᾶλλον τὴν τίκτουσαν αὐτὰ ψυχήν. Ὁ γὰρ ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· καὶ γὰρ ὁ πῦρ πατῶν, ἑαυτὸν κατακαίει· καὶ ὁ ἀδάμαντα παίων, ἑαυτῷ ἐπηρεάζει· καὶ ὁ πρὸς κέντρα λακτίζων, ἑαυτὸν αἱμάττει. Τοιοῦτον γάρ τί ἐστιν ὁ εἰδὼς ἀδικεῖσθαι καὶ φέρειν γενναίως, καὶ ἀδάμας, καὶ κέντρα, καὶ πῦρ· ὁ δὲ ἀδικεῖν μεμελετηκὼς, πηλοῦ παντὸς ἀσθενέστερος. Οὐ τοίνυν τὸ ἀδικεῖσθαι κακὸν, ἀλλὰ τὸ ἀδικεῖν, καὶ τὸ μὴ εἰδέναι φέρειν ἀδικούμενον. Πόσα γοῦν ἠδικεῖτο ὁ ∆αυΐδ· πόσα δὲ ἠδίκει ὁ Σαούλ; Τίς οὖν ἰσχυρότερος γέγονε καὶ μακαριώτερος; τίς δὲ ἀθλιώτερος καὶ ἐλεεινότερος; οὐχ ὁ ἠδικηκώς; Σκόπει δέ· Ὑπέσχετο ὁ Σαοὺλ, εἰ καθέλοι τὸν ἀλλόφυλον ∆αυῒδ, κηδεστὴν αὐτὸν λήψεσθαι, καὶ δοῦναι τὴν θυγατέρα αὐτῷ μετὰ πολλῆς τῆς χάριτος. Καθεῖλε τὸν ἀλλόφυλον· παρέβη τὰς συνθήκας ἐκεῖνος, καὶ οὐ μόνον οὐκ ἐδίδου, ἀλλὰ καὶ ἀνελεῖν ἐπεχείρει. Τίς οὖν γέγονε λαμπρότερος; Οὐχ ὁ μὲν ἀπεπνίγετο ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ πονηροῦ δαίμονος, ὁ δὲ ὑπὲρ τὸν ἥλιον ἔλαμπε τοῖς τροπαίοις καὶ τῇ πρὸς τὸν Θεὸν εὐνοίᾳ; Πάλιν ἐπὶ τοῦ χοροῦ τῶν γυναικῶν, οὐχ ὁ μὲν ἀπηγχο 57.454 νίζετο τῷ φθόνῳ, ὁ δὲ τῇ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν; Ἐπειδὴ δὲ καὶ αὐτὸς ἔλαβεν αὐτὸν εἰς χεῖρας, καὶ ἐφείσατο, τίς πάλιν μακάριος ἦν; τίς δὲ ἄθλιος; τίς δὲ ὁ ἀσθενέστερος; τίς δὲ ὁ δυνατώτερος; Οὐχ οὗτος ὁ μηδὲ δικαίως ἐπεξελθών; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ στρατιώτας ὡπλισμένους, ὁ δὲ τὴν δικαιοσύνην τὴν μυρίων στρατοπέδων ἰσχυροτέραν εἶχε σύμμαχον καὶ βοηθόν. ∆ιά τοι τοῦτο ἐπιβουλευθεὶς ἀδίκως, οὐδὲ δικαίως ἀνελεῖν ὑπέμεινεν. Ἤδει γὰρ ἐκ τῶν ἔμπροσθεν, ὅτι οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς, τοῦτο ποιεῖ δυνατωτέρους. Τοῦτο καὶ ἐπὶ τῶν σωμάτων γίνεται, τοῦτο καὶ ἐπὶ δένδρων. Τί δὲ ὁ Ἰακώβ; οὐκ ἠδικήθη παρὰ τοῦ Λάβαν, καὶ ἔπαθε κακῶς; Τίς οὖν ἦν ἰσχυρότερος; ὁ λαβὼν αὐτὸν εἰς χεῖρας, καὶ μὴ τολμῶν ἅψασθαι, ἀλλὰ δεδοικὼς καὶ τρέμων, ἢ οὗτος ὁ χωρὶς ὅπλων καὶ στρατιωτῶν μυρίων βασιλέων γενόμενος αὐτῷ φοβερώτερος; γʹ. Ἵνα δὲ καὶ ἑτέραν μείζονα ταύτης ἀπόδειξιν ὑμῖν παράσχωμαι τῶν εἰρημένων, ἐπ' αὐτοῦ πάλιν τοῦ ∆αυῒδ εἰς τοὐναντίον τὸν λόγον γυμνάσωμεν. Ὁ γὰρ ἀδικηθεὶς οὗτος καὶ ἰσχύσας, ἀδικήσας ὕστερον πάλιν ἀσθενέστερος γέγονεν. Ὅτε γοῦν ἠδίκησε τὸν Οὐρίαν, μετέστη πάλιν ἡ τάξις, καὶ ἡ μὲν ἀσθένεια πρὸς τὸν ἀδικήσαντα, ἡ δὲ δύναμις πρὸς τὸν ἀδικηθέντα διέβη· νεκρὸς γὰρ ὢν ἐπόρθει τὴν οἰκίαν τὴν ἐκείνου. Καὶ αὐτὸς μὲν βασιλεὺς ὢν καὶ ζῶν οὐδὲν ἴσχυσεν· ἐκεῖνος δὲ