273
καὶ στρατιώτης ὢν καὶ σφαγεὶς, πάντα ἄνω καὶ κάτω πεποίηκε τὰ ἐκείνου. Βούλεσθε καὶ ἑτέρωθεν, ὃ λέγω, ποιήσω σαφέστερον; Ἐξετάσωμεν καὶ τοὺς δικαίως ἀμυνομένους. Οἱ μὲν γὰρ ἀδικοῦντες, ὅτι πάντων εἰσὶν εὐτελέστεροι τῇ ἑαυτῶν πολεμοῦντες ψυχῇ, παντί που δῆλόν ἐστιν. Ἀλλὰ τίς ἠμύνατο δικαίως, καὶ μυρία ἀνῆψε κακὰ, καὶ πολλαῖς ἑαυτὸν περιέπειρε συμφοραῖς τε καὶ ὀδύναις; Ὁ τοῦ ∆αυῒδ στρατηγός. Οὗτος γὰρ καὶ πόλεμον συνεκρότησε χαλεπὸν, καὶ μυρία ἔπαθε κακὰ, ὧν οὐδὲ ἓν ἂν ἐγεγόνει, εἴγε ἠπίστατο φιλοσοφεῖν. Φεύγωμεν τοίνυν τὴν ἁμαρτίαν ταύτην, καὶ μήτε ῥήμασι, μήτε πράγμασιν ἀδικῶμεν τοὺς πλησίον. Οὐδὲ γὰρ εἶπεν, ἐὰν κακηγορήσῃς καὶ δικαστήριον καθίσῃς· ἀλλ' ἁπλῶς· Ἐὰν κακῶς εἴπῃς, καὶ κατὰ σαυτὸν, καὶ οὕτω τὴν ἐσχάτην δώσεις δίκην. Κἂν ἀληθὲς ᾖ τὸ εἰρημένον, σὺ δὲ κἂν πεπεισμένος εἴπῃς, καὶ οὕτω τιμωρηθήσῃ. Οὐ γὰρ ἐξ ὧν ἔπραξεν ἐκεῖνος, ἀλλ' ἐξ ὧν εἶπες σὺ, τὴν ψῆφον ὁ Θεὸς οἴσει· Ἐκ γὰρ τῶν λόγων σου κατακριθήσῃ, φησίν. Οὐκ ἀκούεις, ὅτι καὶ ὁ Φαρισαῖος τἀληθῆ ἐφθέγξατο, καὶ τὰ πᾶσι κατάδηλα εἶπεν, οὐ τὰ λανθάνοντα ἐκκαλύψας· Ἀλλ' ὅμως τὴν ἐσχάτην ἔδωκε δίκην. Εἰ δὲ τῶν ὡμολογημένων οὐ δεῖ κατηγορεῖν, πολλῷ μᾶλλον τῶν ἠμφισβητημένων· καὶ γὰρ ἔχει δικαστὴν ὁ πεπλημμεληκώς. Μὴ τοίνυν ἁρπάσῃς τὴν ἀξίαν τοῦ Μονογενοῦς. Ἐκείνῳ τῆς κρίσεως ὁ θρόνος τετήρηται. Ἀλλὰ βούλει δικάζειν; Ἔστι σοι κριτήριον, πολὺ τὸ κέρδος ἔχον, καὶ οὐδὲν ἔγκλημα φέρον. Κάθισον ἐπὶ τοῦ συνειδότος τὸν δικάζοντα λογισμὸν, καὶ πάραγε εἰς μέσον τὰ πεπλημμελημένα σοι πάντα. Ἐξέτασόν σου τὰ ἁμαρτήματα τῆς ψυχῆς, καὶ ἀπαίτει μετὰ ἀκριβείας 57.455 τὰς εὐθύνας, καὶ λέγε· ∆ιατί τὸ καὶ τό σοι τετόλμηται; Κἂν ταῦτα μὲν φεύγῃ, τὰ δὲ ἑτέρων ἐξετάζῃ, λέγε πρὸς αὐτήν· Οὐχ ὑπὲρ τούτων σε κρίνω, οὐχ ὑπὲρ τούτων εἰσῆλθες ἀπολογησομένη. Τί γὰρ, ἂν ὁ δεῖνα πονηρός; Σὺ τίνος ἕνεκεν τὸ καὶ τὸ ἐπλημμέλησας; Ἀπολογοῦ, μὴ κατηγόρει· τὰ ἑαυτῆς σκόπει, μὴ τὰ ἑτέρων. Καὶ συνεχῶς αὐτὴν εἰς ταύτην ἐμβίβαζε τὴν ἀγωνίαν. Εἶτα, ἂν μηδὲν ἔχῃ λέγειν, ἀλλὰ καταδύηται, κατάξαινε μαστίζων αὐτὴν, καθάπερ τινὰ θεραπαινίδα μετέωρον καὶ πορνευομένην. Καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν κάθιζε τὸ δικαστήριον, καὶ ὑπόγραφε τὸν ποταμὸν τοῦ πυρὸς, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ ἄλλα βασανιστήρια. Καὶ μὴ ἀφῇς αὐτὴν συγγενέσθαι τῷ διαβόλῳ, λοιπὸν, μηδὲ ἀνάσχῃ ἀναίσχυντα λεγούσης, ὅτι Ἐκεῖνος πρός με ἔρχεται, αὐτός μοι ἐπιβουλεύει, αὐτός με πειράζει· ἀλλ' εἰπὲ πρὸς αὐτήν· Ἂν σὺ μὴ θέλῃς, πάντα ἐκεῖνα περιττά. Κἂν λέγῃ πάλιν, ὅτι Σώματι συμπέπλεγμαι, σάρκα ἐνδέδυμαι, κόσμον οἰκῶ, ἐν γῇ διατρίβω· εἰπὲ πρὸς αὐτὴν, ὅτι Πάντα ταῦτα σκήψεις καὶ προφάσεις. Καὶ γὰρ ὁ δεῖνα σάρκα περιέκειτο, καὶ ὁ δεῖνα κόσμον οἰκῶν καὶ ἐν γῇ διατρίβων εὐδοκιμεῖ· καὶ σὺ δὲ αὐτὴ, ὅταν εὐπραγῇς, σάρκα περικειμένη τοῦτο ποιεῖς. Κἂν ἀλγῇ ταῦτα ἀκούουσα, μὴ ἄρῃς τὴν χεῖρα· οὐ γὰρ ἀποθανεῖται, ἐὰν πατάξῃς, ἐκ θανάτου δὲ αὐτὴν ῥύσῃ. Κἂν λέγῃ πάλιν, ὅτι Ὁ δεῖνα παρώξυνεν, εἰπὲ πρὸς αὐτήν· Ἀλλ' ἔξεστί σοι μὴ παροξύνεσθαι· πολλάκις γοῦν κατέσχες ὀργῆς. Ἐὰν εἴπῃ, ὅτι Ἡ εὐμορφία τῆς δεῖνος ἀνεπτέρωσέ με, εἰπὲ πρὸς αὐτήν· Ἀλλ' ἠδύνασο κρατεῖν. Πάραγε τοὺς περιγενομένους, πάραγε τὴν γυναῖκα τὴν πρώτην, τὴν εἰποῦσαν, Ὁ ὄφις ἠπάτησέ με. καὶ οὐκ ἀπαλλαγεῖσαν τοῦ ἐγκλήματος. δʹ. Ὅταν δὲ ταῦτα ἐξετάζῃς, μηδεὶς παρέστω. μηδεὶς θορυβείτω· ἀλλ' ὥσπερ οἱ δικασταὶ ὑπὸ παραπετάσματα καθεζόμενοι κρίνουσιν, οὕτω καὶ σὺ ἀντὶ παραπετασμάτων καιρὸν ζήτησον ἡσυχίας καὶ τόπον. Καὶ ὅταν δειπνήσας ἀναστῇς καὶ μέλλῃς κατακλίνεσθαι, τότε ταῦτα δίκαζε· οὗτος ὁ καιρὸς ἐπιτήδειός σοι· τόπος δὲ ἡ κλίνη καὶ ὁ θάλαμος. Τοῦτο καὶ ὁ προφήτης ἐκέλευσεν, εἰπών· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Καὶ τῶν μικρῶν μεγάλας εὐθύνας ἀπαίτει, ἵνα τῶν μεγάλων μηδὲ ἐγγὺς γένῃ ποτέ. Ἂν τοῦτο ποιῇς καθ' ἑκάστην ἡμέραν, μετὰ παῤῥησίας στήσῃ παρὰ τὸ βῆμα ἐκεῖνο τὸ φοβερόν. Οὕτως ὁ Παῦλος ἐγένετο καθαρός· διὰ τοῦτο καὶ ἔλεγεν· Εἰ